no image
DDbDP-text
[r]
Ἡλιόδωρος Πανίσκωι τῶι ἀδελφῶι
χαίρειν καὶ ἐρρῶσθαι. Κελευσῖρις
ὁ ἐπὶ τῶν συνακολουθούντων
ἡμῖν θαλασσίων σκαφῶν ὑποδέδειχεν
ἀπεστράφθαι σε τὰ σύμβολα τῶ σιταρχιῶν αὐτῶν. ἔδει μὲν οὖν σε τὰ ἐπεσταλμένα ὑπὸ τοῦ διοικητοῦ μὴ παρῳχηκέναι,
καὶ τὰ νῦν ὀρθῶς ποιήσεις καὶ εἰς τὴν ἐμὴν
τιμὴν προσδεξάμενος καὶ ἐξαρτίσας
αὐτὸν ταῖς σιταρχίαις διὰ τὸ διαφέρειν
μοι τὸ πρᾶγμα. σεαυτοῦ δʼ ἐπιμέλου, ἵνʼ ὑγιαίνῃς.
ἔρρωσο. ἔτους α Θωὺθ κθ
καὶ Πτολεμαίωι δὲ τῶι παρὰ σοῦ περὶ τῶν
αὐτῶν ἐντέταλμαι παρόντι.
[v]
Πανίσκωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.