no image
DDbDP-text
Πρώταρχος Σελεύκωι χαίρειν. τοῦ δεδομένου ὑπομνήματος παρʼ Ἡρωίδου
ἀντίγραφον ὑπόκειται. ἐὰν οὖν ἦι οἷα προφέρεται, τὴν μὲν ἐγκαλουμένην τῶν[…]
τοῦ Ἡρωίδου πατρικῶν ἐκβίβασον, τῶι δὲ Ἡρωίδηι συνεπίσχυε. …
ἔρρωσο ἔτους β Ξανθικῶι ια Μεχεὶρ ια
Πρωτάρχωι παρὰ Ἡρωίδου τοῦ[…]μωνος τοῦ διαιτάρχου. τοῦ προγεγραμμένου μου πατρὸς[…]
τῶν ἐν τῶι Ἡρακλεοπολίτηι κατοίκων ἱππέων μεταλλάξαντος ἐν τοῖς δηλουμένοις τόποις
πάντων τῶν ὑπὸ τοῦ πατρός μου καταλελειμμένων ἐμοὶ καθηκόντων καταφρονήσασα […]
[…]τῶν ἀπὸ κώμης Τοκόεως τοῦ αὐτοῦ νομοῦ συνέργους ἐπισπάσασά
τινας τῶν ἐν τῆι αὐτῆι κατοικούντων ἐμβεβάτευκεν ἐν τῶι ἐνεστῶτι ἔτει εἰς τὰς ἀπολελειμμένας
μοι περὶ[…]ἀρούρας[…]εἰσβεβίασται δὲ καὶ εἰς τὴν συναπολελειμμένην ἐν τῆι αὐτῆι κώμηι
οἰκίαν καὶ ἀπενήνοχέ τι τῶν ἐνόντων. διὸ προηγμένος ἐπὶ σὲ προελθεῖν ἀξιῶ ἐὰν
φαίνηται συντάξαι γράψαι Σελεύκωι τῶι συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ πρὸ μὲν πάντων
κατέχεσθαί μοι τὰ τῶν[…]ἀρουρῶν γενήματα, τὴν δὲ ἐνκαλουμένην ἐξαποστεῖλαι ἐπὶ σὲ μετὰ φυλακῆς
πρὶν ἂν τολμήσῃ ἔτι πλείω ἀποβιάσασθαι, ἵνα πέσηι ὑπὸ τὴν καταξίαν τῶν διαπεπραγμένων διάλημψιν
διὰ τὸ[…]νέχθαι αὐτὴν κατὰ τὴν οἰκίαν. ἡ ἀξία τούτων ἀργυρίου δραχμαὶ σ, αὐτόθεν δὲ
συνεπισχύειν μοι[…]διακρατοῦντι τῶν πατρικῶν, ἵνʼ ὦ ἀντειλημμένος. εὐτύχει.
παραγγελῆναι ἔτους β Φαμενὼθ ιγ
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.