no image
DDbDP-text
[r]
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι
καὶ ἐπὶ τῶν προσόδων
παρὰ Πτολεμαίου τοῦ Ἐπινίκου
δεσμοφύλακος τοῦ ἐν Φνεβιεῖ δεσμωτηρίου. γεγεωργηκότος μου
ἐν τῷ ἐνεστῶτι λ τῶι καὶ α ἔτει
ἀπὸ τῆς πρότερον Ἀπικκίου προσόδου περὶ Φνεβιέα ἐν τῶι πρότερον Ἀγελάου κλήρωι ἀρούρας θ
ἐκφορίου τοῦ σταθέντος ἑκάστης
ἀρούρας φακοῦ ἀρτάβας ε παρὰ Σωτέλους
προῆγμαι τὴν τοῦ ὑπομνήματος ἐπίδοσιν ποιήσασθαι. ἀξιῶ ἐὰν
φαίνηται συντάξαι γράψαι Ἡρακλείδηι τῶι μεριδάρχηι κομισάμενον τὸ προκείμενον τῶν ἐκφορίων κεφάλαιον μὴ παρενοχλεῖν με,
ἵνʼ ὦ τετευχὼς τῆς παρὰ σοῦ
βοηθείας.
εὐτύχει
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.