no image
DDbDP-text
Ἀνταίωι ἐπιστάτει Φιλαδελφείας
παρὰ Μαρρέους τοῦ Πετοσείριος
ἐμπόρου. τῆι κη τοῦ Ἐπεὶφ τοῦ
ια ἔτους Δωρίων ἀρχιφυλακίτης
τῆς αὐτῆς Φιλαδελφείας ἀναγαγὼν ἐκ τοῦ πεδίου τὴν ὑπάρχουσάν μοι ὑποτελῆ λείαν
πρόβατα […]ε ἐνκέκλικεν
ἐν τῆι Εὐβίου φυλακίτου οἰκίαι
παραδοὺς Κόσμωι φυλακίτηι
διʼ ἣν αἰτίαν ἀγνοῶ. ἵνα οὖν
μὴ συμβῆι διαλυθῆναι αὐτὰ
ἀξιῶ α…ε[…]εισθαι ἀναγαγόντα κατʼ ἐμέ, καὶ ἐὰν ε[…]… μὴ
[…]εν ἕλωμαι καὶ μὴ ὑπομένῃ ὁ Δωρίων διέσθαι αὐτά,
ὑποτάξαι μου τὸ ὑπόμνημα Πτολεμαίωι τῶι ἀρχισωματοφύλακι καὶ στρατηγῶι,
ἵνα τύχω τῶν δικαίων.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.