no image
DDbDP-text
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι
τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Ἁρενδώτης
Πετεύριος ὑμέτερος γεωργὸς τῶν κατοικούντων
ἐν Ὀξυρύγχοις τῆς Πολέμωνος μερίδος τοῦ
Ἀρσινοίτου. τοῦ λδ ἔτους μισθωσαμένου μου
παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου φυλακίτου δεκαρούρου
τῶν ἀποτεταγμένων ἐπὶ τοὺς ἐν Πτολεμαίδι καταμεμετρημένους ἀρούρας […] γῆς σιτοφόρου ὑπὲρ ὧν
λόγους πρὸς τὸν Ἡρακλείδην ποιουμένου μου
ἠξίωσεν προδοῦναι αὐτῶι τὰ γινόμενα αὐτῶι
ἐκφόρια τοῦ αὐτοῦ ἔτους εἰς τὴν ἀνάλυσιν τοῦ κατʼ ἐμοῦ …κου
[…]χρηματισμοῦ καὶ ἔτους …
μ … φορων …
μεταβολὴν ἔχειν τοῦ ἀπενέγκασθαι εἰς τὴν οἰκίαν
προδεδωκὼς αὐτῶι καὶ ἀνηλωκὼς κατὰ χειμῶνα τὰ ἐκφόρια
ἐπελθὼν ὁ Ἡρακλείδης καὶ ἀθετήσας τὴν
ἐν ἀνθρώποις ὑπάρχουσαν πίστιν καὶ […]
προσλαβόμενός τε σύνεργον Ὡρίωνα τὸν ἀπὸ Ὀξυρύγχων
ἀρχιφυλακίτην ἐκώλυσάν με καὶ ὃν πρότερον εἴασάν με
ἀπενέγκασθαι εἰ μὴ ὁ Ὡρίων ἠνάγκασέ με σύμβολα τῶι
Ἡρακλείδηι προέσθαι αὐτῶι ἐπιστολὴν περὶ τοῦ θήσειν τὰ ἐκφόρια
ἐν παραθέσει. ὑπὲρ μὲν ὧν βουλομένου μου τὸν προσήκοντα λόγον πρὸς αὐτοὺς ποιήσασθαι ὁ αὐτὸς
Ἡρακλείδης καὶ Ὡρίων ἐπιπορευόμενοι ἐπὶ τὴν
οἰκίαν μου ποιοῦνται ἐνεχυρασίας πράσοντες ἐμὲ
ἐκ δευτέρας τὰ ἐκφόρια. οὐ καθῆκον ἀρνοῦνται
περὶ συμβολαίων διακούειν ἅ τε ἐν χρηματισμῶι
διεξάγεσθαι καὶ τοῦτο κατʼ ἐμὲ ποιήσαντες τὰς
ἐπὶ τῶν τόπων κα……ονας τέρπειν διʼ ὧν ἐπάναγκον
τὴν ἐφʼ ὑμᾶς καταφυγὴν πεποιημένος δέομαι
ὑμῶν ἀποστεῖλαί μου τὴν ἔντευξιν ἐπὶ τοὺς τὰ ἰδιωτικὰ
κρίνοντας χρηματιστὰς ὧν εἰσαγωγεὺς Ἁρμόδιος
ὅπως διαλέξαντες αὐτὴν εἰς κατάστασιν καὶ ἀνακαλεσάμενοι τόν τε Ἡρακλείδην καὶ Ὡρίωνα διὰ Θεοδώρου τοῦ τῆς
κώμης ἐπιστάτου προστάξωσιν αὐτοῖς μὴ περισπᾶν
με ἐπὶ τὸ μὴ κλοπῶν ἄρχειν μηδʼ εἰσβιάζεσθαι εἰς τὴν
οἰκίαν μου καὶ τὸ ἐνεχυράζειν τρόπωι μηδενὶ ανται… ν τὰς ἐντεύξεις τυχεῖν τοῦ …α
…
εὐτυχεῖτε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.