no image
DDbDP-text
Δωρίων
οὐ δεδυνημένοι σοὶ συμπεσεῖν διὰ τὸν
περιέχοντά σε στόμφον καὶ φόβον,
ἃ καὶ ἀπʼ ἀρχῆς ηὐχόμην πᾶσι
τοῖς θεοῖς ἐπὶ τὰ μείζονά σε προβῆναι,
προῆγμαι διʼ ἀναφορᾶς σοι προσανενέγκαι, ἵνʼ, ἐὰν φαίνηται,
συντάξηις γράψαι Πτολεμαίωι
τῶι γραμματεῖ τῶν γεωργῶν
λαβεῖν παρʼ ἐμοῦ ἀντὶ πυροῦ κριθῆς ἀρτάβας κε
διὰ τὴν περιέχουσάν με ἐν τῶι
ἔτει θλῖψιν. τοῦτο δὲ ποιήσας ἔσηι
κεχαρισμένος θεοῖς τε καὶ ἀνθρώποις.
Πτολεμαίωι. ὡς ἂν ἡ χρῆσις συμπληρωθῇ,
προνοήθητι ὡς παραδεχώμεθα.
ἔτους λδ Ἐπεὶφ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.