no image
DDbDP-text
[r]
Πετεαρμώτης Ὥρου
ὁ ἡγούμενος τοῖς ἐν τῆι
Καινῇ νωτοφόροις καὶ οἱ
ἄλλοι πρεσβύτεροι
Διονυσίωι τῶι σιτολογοῦντι τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον
χαίρειν· ὁμολογοῦμεν
ἔχειν παρὰ σοῦ ἀπὸ
τῶν γενημάτων
τοῦ κθ ἔτους ὑπὲρ φορέτρου ἐν προχρήσει
πυρῶν ἀρτάβας εἴκοσι,
γίνονται πυρῶν ἀρτάβαι κ μέτρωι
τῶι πρὸς τὸ χαλκοῦν
καὶ οὐ μὴ ἅψωμαι φορέτρου
ἐὰν μὴ κουφίσωμαι αὐτὰς
ἀπὸ τῶν ἐπιβαλλομένων
μοι φορέτρων. ἐὰν δὲ μὴ
ἀποτείσωμεν, μετρήσομεν
πυρῶν ἀρτάβας μ.
[v]
τῶι σιτολογοῦντι παρὰ τῶν νωτοφόρων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.