no image
DDbDP-text
Μάρκωι Ἑρεννίωι Φιλώτᾳ τῷ κρατίστῳ
ἐπιστρατήγωι
παρὰ […] Ἀγριππείνου στρατιώτου λεγεῶνος β Τραιανῆς Ἰσχυρᾶς ἑκατονταρχίας[…]…[…]αμ
[…]νι…[…]…αιος
[…]εαυ[…]…ν ἔχω
[…]…ρουσι[…]ν καια
[…]…α[…]…της
[…]…[…] Σωκράτους τὸν
ἀμφοτέρων υἱόν, πρὸς οὓς ἐστί μοι και
[…] Τῦβι ἕως ἧς παρέσχοντό μοι ἐπὶ τῶν
τόπων ἀπαυθαδισάμενοι καὶ …[…] στρεβλώσαντες τοῦ στρατιωτικοῦ …[…]χ…
[…]α[…]σοιτιε[…] τῶν ἡμετέρων κτημάτων τ[…]ους ἀπὸ τοῦ η ἔτους Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου μέχρι τοῦδε σφετερίζονται τολμήσαντες[…]ι ἐκ…α
πας ποιεῖσθαι καὶ καταμελεῖν τῶν
προσηκόντων ἔργων εἰς ἐπήρειαν
τὴν ἐμὴν εἰς τὸ τέλειον χερσώσαντες τὴν ὕπαρξιν, ὑπὲρ δὲ τοῦ μὴ ἀρνήσασθαι ἐφʼ ἑκάστῳ τοῦτον του σπε
[…]θ[…]δα ἐπὶ τῷ ἡγεμόνι
ἴσης δ[…]…[…] ἐκ τούτου ἐμποδίζομαι ποιῆσαι προσήκοντα
χάριν […]ε…[…]ε[…]ν…
τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγῷ, ὅπως ἐπαναγκάσῃ τοὺς κατʼ ἔτος πρεσβυτέρους τῆς
κώμης, ἐν ᾗ ἔστιν τὰ κτήματα, προσφωνῆσαι, τίς τὴν πρόσοδον ἐβάστασεν,
τοὺς δὲ τοῦ ἐνεστῶτος ια ἔτους καὶ περὶ τῆς
νῦν οὔσης διαθέσεως δηλῶσαι εἰς τὸ
φανερὰν γενέσθαι τῷ ἡγεμόνι τὴν ἐπʼ ἀμφοτέροις ἀλήθειαν, ὁπόταν διαλαμβάνῃ καὶ δυνηθῶ ἐγδικασθῆναι
καταφρονηθεὶς ἐκ τῆς περὶ τὴν
στρατίαν ἀπουσίας μου. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.