no image
DDbDP-text
Διοφάνηι τῶν ὁμοτίμων τοῖς συγγενέσι
καὶ στρατηγῶι
παρὰ Τρυφ[…]
τῶν ἐν τοῖς κατοίκοις ἱππαρχῶν. ἀνόμως
καὶ παρὰ πᾶσαν δικαιοσύνην Ἀμενῶπις
καὶ Ταῆσις τῶν ἐξ Ἀπιάδος τῆς Θεμίστου
μερίδος εἰσβιασάμενοι εἰς τὴν οἰκίαν μου
τὴν οὖσαν ἐν τῇ αὐτῇ κώμῃ σὺν Θαυβάστι
καὶ τῇ ὑπʼ ἐμοῦ ἐπιτεταγμένῃ Ἐσερχᾶφι
δόντες πληγὰς πλείους, τῶν ἐμῶν
ἔνδον ὄντων, ὧν τὸ καθʼ ἓν ὑπόκειται,
καὶ ἐνκρατεῖς τούτων γενόμενοι,
ἐνῳκήκασι οὐδενὸς δικαίου ἀντεχόμενοι τῇ δὲ βίᾳ συνχρώμενοι.
ἀξιῶ οὖν σε συνγράψαι ἐπιστρεφέστερον τῶι ἐπιστάτῃ καταστῆσαι
αὐτοὺς ἐπὶ σὲ ἵνʼ ἔσομαι τετευχὼς τῶν
δικαίων παρὰ σοῦ, στρατηγὲ σεμνότατε.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.