no image
DDbDP-text
Πετεαρποχράτηι κωμογραμματεῖ Φιλαδελφείας
παρὰ Ἕρμωνος τοῦ Θεοκρίτου
Μακεδόνος τῶν Πρωτογένου
καὶ Πρωτογένου τοῦ υἱοῦ
τῆς ζ ἱππαρχίας ὀγδοηκονταρούρου· ἐπεὶ ἐν τῶι
προτεθέντι ἀγῶνι ἡλκυσμένων τινῶν λαμπαδάρχων
τῆι ιϛ τοῦ Θωῦθ τοῦ λε ἔτους
τῆι δὲ ιθ τοῦ αὐτοῦ μηνὸς
ἥλκυσμαι λαμπαδάρχης
ἀνδρῶν οὐ καθηκόντως
χάριν τοῦ μὴ ἔχειν με μηδεμίαν ἀφορμὴν μηδὲ περίστασιν πρὸς τὸ χορηγῆσαι τὰ τῆς
λαμπαδαρχίας ἀλλὰ διαζῶντος ἐξ ὀλίγων ἃ καὶ μόλις
αὐταρκεῖται ἐμοί τε καὶ
τῆι γυναικὶ καὶ τοῖς τέκνοις,
οὕς τε ἡλκύκησαν πρὸ ἐμοῦ
λαμπαδάρχας ἐν τῶι αὐτῶι
ἀγῶνι κατασυνεργοῦντες
καὶ καταχαριζόμενοι ἀπολέλυκαν, ἀξιῶ μὴ ὑπεριδεῖν με ἀγνωμονούμενον
ἀλλὰ ἐπανενέγκαι ἐπί τε τὸν
γυμνασίαρχον καὶ ἐπὶ τοὺς
ἐκ τοῦ ἐν τῆι Φιλαδελφείαι
γυμνασίου νεανίσκους,
ὅπως ἀπολυθῶ τῆς λαμπαδαρχίας, εἰ δὲ μή γε ὑπὸτάξαι μου τὸ ὑπόμνημα
ὧι καθήκει, ἵνα μὴ ἐξ ἅπαντος ἀπολῶμαι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.