no image
DDbDP-text
Πετειμούθηι βασιλικῶι γραμματεῖ
παρὰ Σποκέους τοῦ Ἡρακλείτου τῶν κατοίκων
· ἐπιδέδωκα Θήριδι τῷ συγγενεῖ
καὶ στρατηγῶι τὸ ὑποκείμενον ὑπόμνημα[…]
[… ? lines lost …]
…ι· ἐὰν μὴ α[…]ἀξιῶ συντάξαι
ἐπιστεῖλαί μοι τὸν κατάλογον …ω…[…]
μενων προέσθαι μοι πυροῦ ἀρταβῶν μζ 𐅵 ὅπως ἵνα μὴ
ἡ γῆ ἀσπορήσῃ ἀκολούθως τοῖς ὑπὸ[…]τοῦ
συγγενοῦς καὶ ὑπομνηματογράφου συγκεκριμένοις·
Θήριδι συγγενεῖ καὶ στρατηγῶι
παρὰ Σποκέους τοῦ Ἡρακλείτου τῶν κατοίκων ἱππέων
ἐπεσταλμένου ὑπὸ[…]τοῦ[…]
καὶ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως· ἀξιῶ προέσθαι
μοι εἰς δάνεια τοῦ εἰς τὸ[…]ἔτος σπόρου τοῦ ἐμοῦ
κλήρου καὶ τοῦ πατρὸς Ἡρακλείτου καὶ Θεο[…]
ἀδελφοῦ πυροῦ ἀρτάβας μζ 𐅵 ἀκολούθως τοῖς ὑπὸ[…]τοῦ
συγγενοῦς καὶ ὑπομνηματογράφου συγκεκριμένοις
εἰς ἃς ἔχομεν κοινὰς ἀρούρας σκ […]
προενηνεγμένου μὴ …[…]
ἀξιῶ συντάξαι προέσθαι μοι τὸν κατάλογον[…]
ἐφʼ ὧι καὶ τὰς καθηκούσας τῆς γῆς ἀρούρας κατασπεροῦμεν
ἵνα μὴ συμβαίνῃ τὴν δηλουμένην γῆν εἰς ἄσπορον ἐκτραπῆναι·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.