no image
DDbDP-text
[r]
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ
ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λβ Χοιὰκ […]
Λεωνίδηι· τῆς παρὰ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν γράφει δεῖν
χρηματισθῆναι εἰς δάνεια τοῦ εἰς τὸ λβ ἔτος σπόρου τοῖς ἐκ Κολασούχεως βασιλίσσης γεωργοῖς
εἰς ἣν γεωργοῦσι περὶ τὴν κώμην ἐν προσόδῳ πρότερον τῆς μητρὸς τοῦ βασιλέως γῆν χωρὶς ὧν
διασαφεῖ προεπεστάλθαι […]… κεφαλαίων ἄλλας φακοῦ ἀρτάβας ἑβδομήκοντα ἀντίγραφον
ὑπόκειται· κατακολουθήσας οὖν μέτρησον συνυπογράφοντος Θήριδος τοῦ συγγενοῦς καὶ στρατηγοῦ
καὶ τοῦ Πετειμούθου πρότερον ληφθείσης αὐτῶν χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ
κατασπερεῖν τὴν ἀναγραφομένην περὶ τὴν κώμην πᾶσαν ἐν προσόδῳ γῆν καὶ μηδεμίαν
ἐάσειν εἰς ἄσπορον καὶ παραδώσειν ἐκ νέων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις σὺν τοῖς προσμετρουμένοις μετὰ τῆς τοῦ τοπογραμματέως γνώμης φακοῦ ἀρτάβας ἑβδομήκοντα · ἀπὸ
τούτων χρημάτισαι καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτὸν ὡς καθήκει·
ἔτους λβΧοιὰκ […]
Πετειμούθης Σαραπίωνι χαίρειν· ἧς γεγράφαμεν Θήριδι τῷ συγγενεῖ καὶ στρατηγῷ ἐπιστολῆς
ἀντίγραφον ὑπόκειται, ὅπως εἰδὼς συντάξῃς ἐπιστεῖλαι τῷ σιτολόγῳ προέσθαι ὡς καθήκει τὰς
δηλουμένας φακοῦ ἀρτάβας ἑβδομήκοντα γίνονται φακοῦ ἀρτάβαι ο·
[… ? lines lost …]
[v]
ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.