no image
DDbDP-text
[r]
Σαραπίων Πετειμούθηι χαίρειν·
τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται·
ἔρρωσο· ἔτους λα[…]
Λεωνίδῃ· τοῦ παρὰ Θρασύλλου τοῦ συγγενοῦς
καὶ ὑπομνηματογράφου χρηματισμοῦ
ἀντίγραφον ὑπόκειται· κατακολουθήσας
μέτρησον οὖν συνυπογράφοντος
Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως
τοῖς ἐπὶ τῆς συμπλεούσης Κόσμωι τῶι
προκεχειρισμένωι εἰς τὸν νομὸν σκάφης
τὸ καθῆκον μέτρημα μηνῶν β
ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους
μέτρημα πυροῦ ἀρτάβας ὀγδοήκοντα γίνονται πυροῦ μέτρημα μηνῶνβ ἀρτάβαι π καὶ σύμβολον καὶ ἀντισύμβολον
ποίησαι πρὸς αὐτούς·
Θράσυλλος Σαραπίωνι χαίρειν· τοῖς ἐπὶ τῆς
συμπλεούσης Κόσμωι τῶι παρὰ Σ[…]προκεχειρισμένωι εἰς τὸν νομὸν σκάφης προοῦ σιταρχίαν μηνῶν β πυροῦ ἀρτάβας π γίνονται πυροῦ ἀρτάβαι π· ἔτους λα Παῦνι ια
τοῖς γραμματεῦσι ἔτους λα Ἐπεὶφ η
Ἡρακλεοδώρωι ἔτους λα Ἐπεὶφ η
[v]
ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.