no image
DDbDP-text
[1]
Σαραπίων Πετειμούθηι χαίρειν. τοῦ πρὸς Λεωνίδην
τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται.
ἔρρωσο ἔτους λβ[…]
Λεωνίδηι. εἰς σύνταξιν τοῦ ἐν[…]
Ἁροήριος θεοῦ μεγίστου καὶ τῶν συννάων θεῶν ἱεροῦ
μέτρησον συνυπογράφοντος Πετειμούθου τοῦ βασιλικοῦ
γραμματέως Πετεήτει Ἁρυώτου[…]
κότι τοῦ ἱεροῦ τὰς ὑπὸ τοῦ βασιλικοῦ γραμματέως
σημαινομένας προεῖσθαι τοῖς παρὰ[…]τοῦ
προφήτου καὶ ἐπιστάτου ἱερῶν πυροῦ ἀρτάβας ρξε,
γίνονται πυροῦ ἀρτάβαι ρξε,
γενομένας παραθέσεις ἐν τῶι αὐτῶι[…]
μὴ σιτία δεχομενο[…]… πυροῦ ἀρτάβας ρξε, εἰς τὴν
σύνταξιν ὀλύρας μέτρωι ἀνηλωτικῶι ἀρτάβας[…]
γίνονται πυροῦ ἀρτάβαι ρξε ὀλύρας μέτρωι ἀνηλωτικῶι ἀρτάβαι …[…]
εἰς ταῦτα ὑπολογῆται, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς
ὡς καθήκει.
τοῖς γραμματεῦσιν […]
Ἡρακλεοδώρωι […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.