no image
DDbDP-text
[r1]
Σαραπίων Πετειμούθηι χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ
ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους λβ Ἁθὺρ κθ
Λεωνίδηι σιτολόγωι. τῆς παρὰ Πετειμούθου τοὺ βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν γράφει δεῖν χρηματισθῆναι εἰς δάνεια τοῦ εἰς τὸ λβ ἔτος σπόρου
Σεμθεῖ τοπογραμματεῖ τῶν περὶ Φέβιχιν ὥστε τοῖς ἐκ τοῦ τόπου βασιλικοῖς
καὶ βασιλίσσης καὶ πασῶν προσόδων γεωργοῖς ἀντίγραφον ὑπόκειται. ἀπὸ τῶν ὑποσεσημασμένων. ὑπʼ αὐτοῦ ἀρταβῶν Ασκβ ἥμισυ ἀνταναιροῦνται αἱ ἐπεσταλμέναι Σεμθεῖ
καὶ τοῖς σὺν αὐτῶι σιτολόγοις ἀπὸ τοῦ ἐκ τοῦ Ἀρσινοίτου μετηγμένου πυροῦ καὶ ὧν ἀνενήνοχας δεδωκέναι αὐτῶι ἀρτάβας Ακδ ἥμισυ, γίνεται Ακδ ἥμισυ, τὰς λοιπὰς μέτρησον
συνυπογράφοντος Θήριδος τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ τοῦ Πετειμου πρότερον
ληφθείσης χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ κατασπερεῖν καὶ μηδεμίαν α[…]
ἐάσειν εἰς ἄσπορον καὶ παραδώσειν ἐκ νέων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις ἀνυπόλογον παντὸς ὑπολόγου ὄντες ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, ὧν τὴν ἀνάδοσιν μετρῆσαι αὐτοῖς τοῖς γεωργοῖς, μετὰ τῆς τοῦ Σεμθέως καὶ τῶν ἄλλων εἰθισμένων γνώμης
πυροῦ ἀρτάβας ἐκατὸν ἐνενήκοντα ὀκτώ, γίνονται ἀρτάβαι ρϙη, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει.
Πετειμούθης Σαραπίωνι χαίρειν. ἧς γεγράφαμεν Θήριδι τῶι συγγενεῖ καὶ στρατηγῶι
ἐπιστολῆς ἀντίγραφον ὑπόκειται, ὅπως εἰδὼς συντάξῃς ἐπιστεῖλαι τῶι
σιτολόγωι προέσθαι ὡς καθήκει τὰς δηλουμένας πυροῦ ἀρτάβας χιλίας διακοσίας εἴκοσι δύο ἥμισυ.
ἔτους λβ Ἁθὺρ ιβ
Θήριδι. τῆς παρὰ Σεμθέως τοπογραμματέως τῶν περὶ Φέβιχιν ἀναφορᾶς
ἀντίγραφον ὑποτετάχαμεν. ἐπεὶ οὖν ἀνενηνόχασιν οἱ γραμματεῖς δεῖν μετρηθῆναι ἀπὸ τοῦ ἐκ τοῦ Ἀρσινοίτου μετηγμένου πυροῦ τὰς δηλουμένας ἀρτάβας Ασκβἥμισυ,
καλῶς ποιήσεις συντάξας ἐπιστεῖλαι προέσθαι ὡς καθήκει.
[r2]
[…]
ἐπιστολῆς[…]
…[…]
φακοῦ[…]
τόποις[…]
Ἁρυώτου[…]
[… ? lines lost …]
[v]
ΠετειμούθηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.