no image
DDbDP-text
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν
προσόδων
παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Μακεδόνος
τῶν κατοίκων ἱππέων. τῆι νυκτὶ τῆι
φερούσηι εἰς τὴν ιθ τοῦ ἐνεστῶτος μηνὸς
Παῦνι ἐπιβαλόντες οἱ ἐκ τῆς ἐφοδείας
κώμης Τέκμι σὺν τοῖς τῆς κώμης ὀνηλάταις ἐπὶ τὸν ὑπάρχοντα
[…]φ[…]…ηι τῶι ἀδελφῶι μου περὶ
Μ[…]κλῆρον ἀπηλλάγησαν ἔχοντες
λῃστρικῶς χόρτου γόμους κ, ὅθεν
κατὰ πόδα αὐτῶν γενηθέντες μέχρι
τοῦ κατασταθῆναι εἰς χορτοθήκην
ἐν κώμηι Τέκμι. ἀξιῶ ἐὰν φαίνηται
συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ
περὶ αὐτῶν διαλαβεῖν μισοπονήρως
πρὸς ἐπίστασιν ἑτέρων, ἐμοὶ δὲ ἀποδοῦναι
τὸν χόρτον ἢ τὴν τιμήν, ἵνʼ ὦ τετευχὼς
τῆς παρὰ σοῦ βοηθείας.
εὐτύχει
κατασταθῆναι ἔτους λ καὶ α Παῦνι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.