no image
DDbDP-text
ἀναγαγοντ καὶ ἡμᾶς ἀπαγαγόντων ἀ οἱ μὲν οὖν ποιμένες ἀναγαγόντες οὐθὲν τῶν καθʼ ἡμᾶς προήνεγκαν, καθαροὶ δὲ καὶ ὡς ἐσμὲν ἐγενήθη μεν. μετὰ δὲ τοῦτο ἐπὶ Σελεύκου στρα τηγήσαντος μετὰ τὸ κολασθῆναι ὑπὸ τοῦ Θέωνος τοὺς κακούργους ἀνακληθέντες καὶ βασανισθέντες κατὰ τὸν αὐτὸν τρόπον ἐφάνημεν καθαροί. νυνίνυνεί τε κατὰ τὴν εἱρκτὴν ὄντες καὶ παραπολλύμενοι ἐν τοῖς ἀναγκαίοις δεόμεθα καὶ ἀξιοῦμεν ἱκανὸν χρόνον κατεφθαρμένοι χάριν τοῦ μὴ ἐσχηκέναι ἡμᾶς τὸν ὑπὲρ ἡμῶν ἐπ ελευσόμενον, διαπεπεμμένοι δὲ Χαρ είσιον τὸν σύντροφον ἡμῶν, ὃν οὐκ ἀγνοειςἀγνοις, ἐπιδώσοντα τὸ ὑπόμνημα, ἐὰν φαίνηται ἐλεήσαντα ἡμᾶς ἀπολῦσαι. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.