no image
DDbDP-text
Aufhebung eines Vertrages über eine Amme, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18553.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι παρὰ Εὐγενείας τῆς μετὰ κυρίου καὶ παρὰ Μάρκου Ἰουλίου Φήλικος ἀπελευθέρου τοῦ πάτρωνος Γαίου Ἰουλίου Φήλικος ου Ἐπαφροδείτου. συνχωρεῖ ὁ Μᾶρκος ἀπεσχηκέναι παρὰ τῆς Εὐγενείας διὰ χειρὸς ἐξ οἴκου τροφεῖα καὶ τὴν ἄλλην δαπά νην μηνῶν δεκαδύο οὗ κατὰ τὴν διὰ τοῦ αὐτοῦ κρι τηρίου τετελειωμένην συνχώρησιν τῶι ἕκτωι καὶ εἰκοστῷ ἔτει Καίσαρος Μεχεὶρ ἐγδέδοται αὐτῷ αὐτῆς δουλικοῦ παιδίου Θαλλούσης, ὥστε τροφευθῆναι ὑπὸ τῆς δούλης αὐτοῦ, καὶ μὴ ἐπελεύσεσθαι τὸν Μᾶρκον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὴν Εὐγένειαν περὶ τῶν τροφείων ἀλλὰ μηδʼ ἐπʼ αὐτὸ τὸ παιδίον ἐπελεύσεσθαι τρό πῳ μηδενὶ ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρη μένα, ἐκτίνειν αὐτὸν ἃ εἴληφεν τροφεῖα σὺν ἡμιο λίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς διακοσίας καθάπερ ἐκἐγ δίκης. παρείληφεν δὲ καὶ ἡ Εὐγένεια τὸ παιδίον Θάλλουσαν. ἀξιοῦμεν εὐτύχεισεςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.