Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

c.pap.gr.1.19

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐξ ὑπομνηματισμῶν Τιβερίου Κλαυδίου Πασίωνος στρατηγοῦ. ἔτους ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι γ, ἐπὶ τοῦ βήματος, Πεσοῦρις πρὸς Σαραεῦν. Ἀριστοκλῆς ῥήτωρ ὑπὲρ Πεσούριος· Πεσοῦρις, ὑπὲρ οὗ λέγωλέγωι, ζ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος τοῦ κυρίου ἀνεῖλεν ἀπὸ κοπρίας ἀρρενικὸν σωμάτιον ᾧ ὄνομα Ἡρα κλᾶν. τοῦτο ἐνεχείρισεν τῆι ἀντιδίκωι· ἐγένε το ἐνθάδε ἡ τροφῖτιςτροφεῖτις εἰς υἱὸν τοῦ Πεσούριος. τοῦ πρώτου ἐνιαυτοῦ ἀπέλαβεν τὰ τροφεῖα. ἐνέστηἐνεστηι ἡ προθεσμία τοῦ δευτέρου ἐνιαυτοῦ, καὶ πάλιν ἀπέλαβεν. ὅτι δὲ ταῦτα ἀληθῆἀληθηι λέγωλέγωι, ἔστιν γράμματα αὐτῆς διʼ ὧν ὁμολογεῖ εἰλη φέναι. λιμαγχουμένουλειμανχουμένου τοῦ σωματίου ἀπέ σπασεν ὁ Πεσοῦρις. μετὰ ταῦτα καιρὸν εὑροῦσα εἰσεπήδησεν εἰς τὴν τοῦ ἡμετέρου οἰκίαν καὶ τὸ σωμάτιον ἀφήρπασεν, καὶ βούλεται ὀνό ματι ἐλευθέρου τὸ σωμάτιον ἀπενέγκασ θαι. ἔχωἔχωι πρῶτον γράμμα τῆς τροφίτιδοςτροφείτιδος, ἔχωἔχωι δεύτερον τῶν τροφείων τὴν ἀποχήν. ἀξιῶἀξιῶι ταῦτα φυλαχθῆναι. Σαραεῦς· ἀπεγαλάκτισά μου τὸ παιδίον, καὶ τούτων σωμάτιόν μοι ἐνεχειρίσθηἐνεχειρισθηι. ἔλαβον παρʼ αὐ τῶν τοὺς πάντας ὀκτὼὀκτὼι στατῆρας. μετὰ ταῦτα ἐτελεύτησεν τὸ σωμάτιον στα τήρων μοι περιόντωνπεριόντων. νῦν βούλονται τὸ ἴδιόν μου τέκνον ἀποσπάσαι. Θέων· γράμματα τοῦ σωματίου ἔχομεν. ὁ στρατηγός· ἐπεὶ ἐκ τῆς ὄψεως φαίνεται τῆς Σαραεῦτος εἶναι τὸ παιδίον, ἐὰν χειρογραφήσῃχιρογραφησηι αὐτήαὐτηι τε καὶ ὁ ἀνὴρ αὐτῆς ἐκεῖνο τὸ ἐνχει ρισθὲν αὐτῆι σωμάτιον ὑπὸ τοῦ Πεσούριος τετελευτηκέναι, φαίνεταί μοι κατὰ τὰ ὑπὸ τοῦ κυρίου ἡγεμόνος κριθέντα ἀποδοῦσαν αὐτὴν ὃ εἴληφεν ἀργύριον ἔχειν τὸ ἴδιον τέκνον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.