Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
c.pap.gr.1.28
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον τροφίμου ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ λ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἑλένη Ἥρωνος Περσίνη, ὡς ἐτῶν μ οὐλὴ πήχει δεξιῷ, μετὰ κυρίου τοῦ τοῦ ἀδελφοῦ αὐτῆς Δειδᾶτος υἱοῦ Δειδᾶτος, ὡς ἐτῶν κ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, Σαραπίωνι Ἀσκληπιάδου Φυλαξιθαλασσείῳ τῷ καὶ Ἀλθαιεῖ ὡς ἐτῶν λα ἀσήμῳ, τροφεύσειν καὶ θηλάσειν παρʼ ἑαυτῇ τῷ ἰδίῳ γάλακτι εἰςἰς ἔτη δύο ἀπὸ τοῦ προκειμένου χρόνου καὶ τιθηνήσειντιθηνήσιν ἐπʼ ἄλλους μῆνας ἓξ τὸ γεγονὸς ἐκ τῆς ὑπαρξάσης αὐτῷ Σαραπίωνι δούλης Τύχης θηλυκὸν σωμάτιον ᾧ ὄνομα Κορινθία, λαμβάνουσα παρὰ τοῦ ὁμολογοῦντος ὑπέρ τε τῶν τῆς γαλακτοτροφίας κατὰ μῆνα δραχμὰς ἓξ καὶ ἐλαίου κοτύλας δύο καὶ κατʼ ἔ τος Ἀμεσυσίοις σπονδῆς οἴνου κεράμιον ἓν καὶ ὄρνι θαςὄρνειθας τέσσαρες καὶ τοῦ τῆς τιθηνήσεως ἑξαμήνου κατὰ μῆνα τὸ ἥμι συ ἀργυρίου ηιτος. μὴ ἐξέστω οὖν τῇ Ἑλένῃ ἐντὸς τοῦ χρόνου ἀπορρῖψαιἀπορρειφαις τῷ Σαραπί ωνι τὸ δουλικὸν σωμάτιον, μηδὲ παραθηλάσειν ἕτερον μηδὲ φθείρειν τὸ γάλα μηδʼ ἄλλο μηδὲν ἀσυμφόρως αὐτῷ ἐπιτελεῖν, ἀλλὰ καὶ τὴν τούτου προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι διά τε νυκτὸς καὶ ἡμέρας υουσα ἐπὶ τοῦτο παρʼ ἕκαστα. ἐὰν δὲ ἀπορρίψῃἀπορρείψῃ ἢ ἄλλο τι παραβῇ τῶν προκειμένων ἐκτίσει αὐτῷ παραχρῆμα ἅ τε ἐὰν ἔσχῃ καὶ τὰ ἀργύρια μεθʼ ἡμιολίας καὶ τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου δραχμῶν ἑκατὸν καὶ εἰςἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς τῆς Ἑλένης καὶ Δειδᾶτος Δεῖος Δείου ὡς ἐτῶν ξ οὐλὴ ὀφρύι ἀριστερῷ. Ἥρωνος Ἥρωνος υἱοῦ διʼ ἐμοῦ ἐπενέχθη ἔτους ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σε βαστοῦ Παῦνι δ.Cross-references (3)
- TM-Text 10279 primary
- DDbDP-Text c.pap.gr;1;28 tier-1
- HGV-Text 10279 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.