no image
DDbDP-text
Anzeige eines Todesfalles via HGV-meta
Linked by Trismegistos ID
TM 9450.
Each record below describes this same artifact or text from a different angle.
Ἰσιδώρῳβασιλικῷ γραμματεῖ
Ἀρσινοίτου Θεμίστου μερίδος
παρὰ Σωτέλους τοῦ Ἰωσήπου
τοῦ Θεομνᾶτος μητρὸς Ἐρωτίου
ἀπὸ κώμης Ἀπολλωνιάδος
ὁ υἱός μου Ἰώσηπος μητρὸς
Σάρρας ἀφῆλιξ μήπω καταλήξας εἰς λαογραφίαν ἐτελεύτησε τῷ Τῦβι μηνὶ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Τραιανοῦ
Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ
ταγῆναι αὐτὸν ἐν τοῖς τετελευτηκόσι.
τῶι κωμογραμματεῖ. εἰ ἐτελεύτησε, ἀναγραψάμενος
μετὰ χειρογραφίας προσφώνησον ὡς καθήκει.
ἔτους δ Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Μεχεὶρ ιζ
Σωτέλης Ἰωσήπου ὁ προγεγραμμένος ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουα[…]
Τραιανὸν[…]
Σεβαστόν[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.