no image
DDbDP-text
κωμογραμματεῖ Πτολεμαίδος
Ὅρμου καὶ ἄλλων κωμῶν
παρὰ Ἰσχυρίωνος Δείου
τοῦ Ἑρμᾶτος μητρὸς Ἀσκλᾶτος ἀπὸ κώμης Πτολεμαίδος
Ὅρμου. ὁ πατήρ μου Δεῖος
Ἑρμᾶτος τοῦ Ἠλεῖτος μητρὸς
Μηροῦτος λαογραφούμενος ἐπὶ τῆς
προκειμένης κώμης ἐτελεύτησεν τῷ Φαῶφι μηνὶ
τοῦ ἐνεστῶτος κε ἔτους Μάρκου
Αὐρηλίου Κομμόδου Ἀντωνείνου
Σεβαστοῦ. διὸ ἀξιῶ ταγῆναι
αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν
τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν
ὁμοίων.
Ἰσχυρίων ὡς ἐτῶν λβ οὐλὴ ἀντικνημίῳ δεξιῷ
ἔτους κε Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνείνου
Σεβαστοῦ Φαῶφι λSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.