no image
DDbDP-text
Prozeßverhandlung via HGV-meta
Linked by Trismegistos ID
TM 35728.
Each record below describes this same artifact or text from a different angle.
[…]…[…]…[…] cosulibus die[…] Iul …[…]…[…]…[…]…[…]…
[…] […] Iulianus abdocatus dixit […]ποιούμενος τοὺς λόγους ὑπὲρ Ῥωμάνου τοῦ καθοσιωμένου ἀναφερομένου εἰς τὸν ἀριθμὸν τῶν καθοσιωμένων Τρανστιγριτανῶν
[…]τῷ μηνὶ […]…τη προαγ[…]εμ…κατα…μ[…]εμ προτ[…]ποιυμένη σκόπον τὸ ἐξ ἀλλοτρίων πειρᾶσθαι τὰ μὴ προσόντα περιποιεῖν τοῦτο δὲ
[…]δύναμις τοδ[…]οὕτως ἐχ…[…]μεν τῶν[…]ουμένων ἐπάρχων τῷ σφόδρα πλησίῳ παρʼ οὐδὲν δὲ τὸν τῆς συγγενίας λόγον πρὸς τουτο[…]
[…]γὰρ προ[…]ἐστιν ἀριθμὸς[…] εσχηκ[…]…ην ἐναλλάσσων παρὰ τοῦ αὐτοῦ πατρὸς ησηρ…ετη καὶ ἐφʼ ἅπασιν πρὸς αὐτὸν ἀναδεξάμενος σὺν …[…]
εγ…[…] ἔτι περιὼν ὁ τοῦ συνηγορουμένου πατήρ, ἐφʼ ἑαυτῷ ἀδελφικὴν διασῴζων διάθεσιν, οἰκίαν αὑτῷ προσήκουσαν πρὸς οἴκησιν αὐτῷ δεδωκώς, πεπείρακεν
π[…]…ς τοὺς νόμους οὐδὲν ὧν εὖ εἰς αὐτὸν πέπραχεν ὁ οἰκεῖος ἀδελφὸς εἰς τὸν αὐτοῦ παῖδα ἐπιδείξασθαι, ἀλλʼ ὅσα ἐκεῖνα πρὸς ἀνατροπὴν παντελῆ ἄγει τὸν συνηγορούμενον.
καὶ γὰροὖνἐγκρατὴς γεγονὼς τῆς οἰκίας ἅπασαν κατέχει οὐδενὶ λόγῳ αὐτῷ προσήκουσαν, ἀλλʼ εἰς τὸν τὸ σὸν ἱκετεύοντα μέγεθος περιελθοῦσαν ἀπὸ κλήρου τοῖς νόμοις, ἐγνωσμένου,
ὅτι τὸν οἰκεῖον πατέρα ἐφʼ ἅπασιν διαδεξάμενος καὶ ταύτην εἰς αὐτὸν περιελθοῦσαν ἐκτήσατο. ὡς ἂν τοίνυν μὴ καὶ τῶν νόμων αὐτῶν ἡ τούτου βιαιοτέρα γένηται δύναμις, δεόμεθα,
προσταξάτω τὸ ὑμέτερον μέγεθος ἐν νομῇ ἡμᾶς γενέσθαι τῆς εἰρημένης οἰκίας, τῆς δεσποτείας καθάπαξ ἡμετέρας τυγχανούσης κατὰ τὸν προκείμενον τῆς διηγήσεως τρόπον.
Flavius Paulus Leontius Marinous Petronius Hsouchius vir clarissimus comes sacri synhedri ex praeside ii dixit: ἡ τάξις συνελάσει τὸν παρὰ σοῦ καταμεμφθέντα ἀποστῆναι τῶν οὐ δικαίως αὐτῷ προσηκόντων καὶ ἀποδοῦναι τὸ παραδοθὲν αὐτῷ οἴκημα, ὡς ἔφησας. εἰ δὲ ἀντιρρήσει χρήσηται, παράξει τοῦτον παρὰ τὸ δικαστήριον τὰς ὑμετέρας ἐναγωγὰς
ὑποδεχόμενον. Iulianus advocatus dixit: ὁ συνηγορούμενος τοὺς ὑπευθύνους αἰτιᾶται ἐπὶ ἀγνωμοσύνῃ, οὓς παρακαλεῖ διὰ τῆς τάξεως συνελαθῆναι
πρὸς εὐγνωμοσύνην εἰδεῖν. εἰσὶν δέ· Συριανὸς ἀπὸ πριγκιπαλίων εἰς χρυσοῦ λίτρας πέντε
καὶ h m ὁ δεῖνα καὶ καὶ χρυσοῦ λίτρας ε ὑπομνησθήσονται διὰ τῆς τάξεως ἢ τὸ δέον δίκης ἐκτὸς ἐπιγνῶναι ἢ ἀντιλέγοντες δικάσασθαι
ἐν τῷ δικαστηρίῳ. Φλάουιος Ῥωμανὸς υἱὸς Ἰακὼβ Φλ παραβάλλω Συριανὸν ἀπὸ πριγκιπαλίων εἰς χρυσοῦ λίτρας πέντε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.