no image
DDbDP-text
Declaration of Persons via HGV-meta
Linked by Trismegistos ID
TM 10410.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν κυρίων ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου υἱοῦ Σεβαστῶν πρὸ ιη καλανδῶν Ἰουλίων τοῦτʼ ἔστιν Παῦνι κ Οὐλπίῳ Ἀλεξάνδρῳ κηνσίτορι Ἑπτανομίας παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος ε πάγου τοῦ Ἀρσινοίτου νομοῦ. ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ πρεσβυτέρου Σεβαστοῦ καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ καὶ Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστῶν καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου υἱῶν Σεβαστῶν τῶν ἐπιφανεστάτων Καισάρων ἀπογράφομαι παρὰ σοὶ τῷ καταπεμφθέντι κηνσίτορι ὑπὸ τῆς οὐρανίου αὐτῶν τύχης ὑποτελὴς ἐμαυτὸν μὲν τὸν Ἰσίδωρον ἐτῶν μ. τεσσαράκοντα ἀτελὴς Πεηοῦν δὲ υἱόν μου ἐτῶν γ τριῶντρεις οἰκῶ δὲ ἐν ἰδίᾳ οἰκίᾳ τῆς αὐτῆς κώμης μηδενός μοι συνοικοῦντος ἐκ πολλοῦ χρόνου τὸ παράπαν, καὶ ὄμνυμι θεοὺς ἅπαντας καὶ τύχην καὶ νίκηννείκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων μηδένα ἀπο κεκρυφέναι. Αὐρήλιος Ἰσίδωρος ὤμοσα θεοὺς ἅπαντας καὶ τὸν θεῖονθῖον ὅρκον ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι, καὶ ἐπέδωκα. Αὐρήλιος Ἰσίδωρος Ἡρᾶ ἔγραψα ὑ̈πὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. γείνεται ὑποτελὴς εἷς ἀτελὴς εἷς Ulpius Alexander censitor Heptanomiae subscripsi.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.