no image
DDbDP-text
Divorce agreement between Syra alias Isarion and Syros. An agreement of divorce between Syra, also called Isarion, daughter of Aphrodeisios, and her husband Syros son of Dios, from the Arsinoite nome. She acknowledges return of her dowry of 12 minas of gold, garments valued at 800 drachmas, her parapherna and property from her mother; he receives his share of revenues, and both renounce further claims. machine translation
Linked by Trismegistos ID
TM 9850.
Each record below describes this same artifact or text from a different angle.
[… 2 lines lost …]
[…]…την[…]υ…[…]ἀπέχειν παρʼ αὐτοῦ κατὰ τὸ δίκαιον
τῆσδε τῆς ὁμολογίας φερνὴν χρυσίου δοκιμίου μναιεῖα δώδεκα ἐν
τοῖς διὰ τῆς συνγραφῆς κοσμαρίοις καὶ τὰ διʼ αὐτῆς ἱμάτια[…]
[…]ς αὐτῶν […]τὴν συντίμησιν τῶν δραχμῶν ὀκτακοσίων
καὶ τὰ αὑτῆς παράφερνα πάντα καὶ ἀνακεκομίσθαι πάντα τὰ
προσενεχθέντα αὐτῇ ὑπὸ τῆς αὑτῆς μητρὸς ὑπάρχοντα ……
[…]της νι…[…]…ει[…]καὶ τὸν Σύρον ἀπεσχηκέναι τὸ αἱροῦν τῶν
προσόδων αὐτῶν, ὧν μεμένηκεν παρʼ αὐτῷ ἡ Σύρα ἡ καὶ Ἰσάριον μηνῶν
καὶ μὴ ἐπελεύσασθαι ἐπʼ ἀλλήλους μηδὲ ἑκάτερον αὐτῶν μηδὲ
τοὺς παρʼ αὐτῶν μηδὲ περὶ τῶν τῇ συμβιώσει ἀνηκόντων μηδὲ περὶ ὧν
ἐπεγράφη αὐτῆς ὁ Σύρος κύριος ἐν τοῖς τῆς συμβιώσεως χρόνοις καθʼ ὁντινοῦν
τρόπον διὰ τὸ πάντα αὐτὴν ἀπεσχηκέναι μηδὲ περὶ τῶν προκειμένων εἰδῶν μηδὲ περὶ
ἄλλου μηδενὸς ἁπλῶς τῷ καθόλου ἐνγράφου μηδʼ ἀγράφου μέχρι τῆς ἐνεστώσης
ἡμέραςπαρευρέσει μηδεμιᾷ. τὰ διομολογημένα κύρια ἔστω καθὼς συνεχώρησαν.
Σύρα ἡ καὶ Ἰσάριον Ἀφροδεισίου συνῇρμαι τὴν πρὸς τὸν Σύρον
συμβίωσιν καὶ ἀπέχω τὴν φερνὴν τὰ τοῦ χρυσίου μναιεῖα δώδεκα
καὶ τὰ ἱμάτια ἐν συντιμήσει δραχμῶν ὀκτακοσίων καὶ παράφερνα
πάντα καὶ ἀνακεκόμισμαι τὰ προσενεχθέντα μοι ὑπὸ τῆς
μητρός μοι ὑπάρχοντα οὐ ἐπελεύσομαι ἐπʼ αὐτὸν περὶ οὐδενὸς μέρους οὐδὲ περὶ ὧν ἐπεγράφη μου κύριος ἐν τοῖς τῆς
συμβιώσεως χρόνοις καθʼ ὁντινοῦν τρόπον καθὼς πρόκειται. Σύρος
Δίου συνῇρμαι τὴν συνβίωσιν καὶ ἀπέσχον τὸ αἱροῦν τὸ τῶν προσόδων, ὧν
μεμένηκε παρʼ ἐμοὶ μηνῶν καὶ οὐκ ἐπελεύσομαι περὶ ἄλλου οὐδενὸς
καθὼς πρόκειται.
αν…[…]……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.