no image
DDbDP-text
Beschwerde wegen vorenthaltener Brautgeschenke via HGV-meta
Linked by Trismegistos ID
TM 33701.
Each record below describes this same artifact or text from a different angle.
νινΝιλάμμων ὑπὲρ Ὀλυμπιανῆς θυγατρὸς Διονυσίου ἀπὸ πριμιπιλαρίων μετὰ Κάστορος κουράτορος βουλευτοῦ τῆς λαμπρᾶς Ἑρμοπολειτῶν πόλεως. ἔστιν ἀμφοῖν τοῖν γονέοιν ὀργανὴ ἡ βοηθουμένη. τοῦ οὖν κουράτορος αὐτῆς τοῦ προωνο μασμένου Κάστορος ὑπὸ Βησαρίωνός τινος ἀπὸ βενεφικιαρίωνβενεφικιαριου τῆς σεμνῆς ταυτησὶταυτησεὶ τάξεως ἀξιωθέν τος ἐπὶ ἕδνοις τισὶν ὡς ἄγεσθαι βούλεσθαι τὴν παῖδα, ὁ μὲν κουράτωρ γνώμης γενομένης τῆς βοηθουμένης ἐπὶ συμφώ νοις ἕδνοις ἀγράφως τὸν γάμον ἐδεξιάσατο, ἐξ ἑτοίμου δὲ μὴ ἔχων ὁ γῆμαι βουληθεὶς τὰ ἕδνα παρα σχέσθαι γραμματῖονγραμματον ἔθετο τῇ νῦν βοηθουμένῃ μετὰ τοῦ κουράτορος καὶ ᾤοντό γε κατὰ τὴν πίστιν τοῦ γραμματείου τὰ ἕδνα παρασχήσεσθαι, διὸ καὶ οἱ γάμοι συνήφθησαν. τούτων οὕτω πεπραγμένων καὶ τῆς συμβιώσεως κατὰ ταῦτα κυας ἡρμοσμένης ὁμοῦ οὐκ εἰς μακράν, ἐπειδὴ τὰ ἕδνα ἀπαιτεῖσθαι πρός τε τοῦ κου ράτορος καὶ αὐτῆς τῆς γημαμένης ἔμελλεν, οὐκ ἴσμεν ὃν τρόπον βουληθεὶς τὰ μὲν οὐκ ἀπεδίδου ἀνεχώρει δὲ ἀπὸ τῆς ἑστίας, τῆς θ ἐν ᾗ οἱ γάμοι ἐπετελέσθησαν, οὐ τὰ ἑαυτοῦ ἐπικομιζόμενος μόνον, ἀλλὰ καί τινα τῆς γημαμένης. ἐπεὶ τοίνυν τὸτον μὲν ἕδνον οὐκ ἀποδέδωκεν, ἀλλʼ ἔτι καὶ νῦν χρεωστεῖχρεωστῖ ἀλλʼ ὃ διήρπασεν τῆς παιδός ἔτι διακατέχει ἐν ἀργυρίῳ, καθʼ ἑαυτὴν δὲ ἐάσας διαιτᾶσθαι ᾤχετο ὡς ἑαυτὸν πέμπειν κατὰ τοὺς νόμους μετὰ τοῦ κουράτορος αὐτῇ ὑπαρχθῆναι ταῦταπαῦτη ἀξιούσῃἀξιούσᾳ· προηγου μένως μὲν αὐτῇ ἐγγράφως τὸ χρεωστούμενον ἕδνον ἀποδοθῆναι, ἔπειτα δὲ καὶ ἃ ἀπηνέγκατο οντα αὐτὸν τῷ οἰκείῳ ἀποδοῦναι τόπῳ. τούτων γὰρ οὕτω πεπραγμένων εἰκότως καὶ ἡ τοῦ γάμου ἁρμονία τέλειος ἔσται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.