Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.361
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
μετὰ τὴν ὑπατείανὑπατείαςειπω ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ Τῦβι ιζ τῆς ιγ ἰνδικτίονος, ἐν Ἐλεφαντίνης πόλει τῆς ἄνω Θηβαίδος. Αὐρηλία Τηρουτήρου Πασμῆτος μητρὸς Τσενπαχνούμεως ἀπὸ Ἐλεφαντίνης πόλεως μετὰ συνεστῶτος τοῦ κυρίου αὐτῆς ἀνδρὸς Αὐρηλίου Δωροθέου Σερήνου ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Σαραπάμμωνι μητρὸς Ταπαμῶνος καὶ Τκαλῆτι ἐκ μητρὸς Θαήσιος καὶ τῇῇ ταύτηςταυτη θυγατρὶ Αὐρηλίᾳ Λουσίᾳ γενομένοιςγενομενοι μουμοι δούλοιςδουλοι ὑπὲρ τοῦ ἐπιβάλλοντος μέρους χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως καὶ ἀμετανοήτως ἀφικέναι ὑμᾶς ἐλευθέρους τοῦ ἐπιβάλλοντός μοι μέρους ὑπὸ Γῆν καὶ Οὐρανὸν κατʼ εὐσεβείανεὐσεβίαν τοῦ πανελεήμονος Θεοῦ ἐλθόντος εἰς ἐμὲ ἀπὸ κληρονομίας τῆς μητρός μου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον καὶ ἀνθʼ ὧν ἐνεδείξασθέἐνεδειξωσθέ μοι κατὰ χρόνον εὐνοίας καὶ στοργῆς ἔτι τε καὶ ὑπηρεσίας· τρέπεσθαιρεπεσθε οὖν ὑμᾶς κατὰ τὸ προκείμενόν μου μέρος καθὼς προεῖπον καὶ νέμεσθαινέμεσθε εἰς οὓς ἐὰν βούλησθεβουλητε τόπους ἀκωλύτως καὶ ἀνεπιλήμπτως, εὐδοκεῖν γὰρ καὶ πείθεσθαι ἐμὲ τὴν ἐλευθεροῦσανἐλευθερουντα τοῖς ἐλευθερουμένοις εἰς τήνδε τὴν ἐλευθέρωσιν ἥκειν τοῖς ἐλευθερουμένοις καθὼς προδεδήλωταιπροδεδήλουται καὶ τοῖς ἐξ αὐτῶν ἐσομένοις εἴτε ἐπὶ θηλείοις τέκνοις εἴτε ἐπὶ ἑτέροις ἐκγόνοις, μήτε μὴν οἷς ἐὰν κτήσησθε τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ ἐντεῦθεν ἀκώλυτον ἔσται τῆς δουλείας, καὶ μὴ ἔξεσται δὲ μηδενὶ τῶν ἐμῶν κληρονόμων ἁπαξαπλῶς ἀντιλέγειν μου ταύτῃ τῇ εὐσεβείᾳ περὶ μηδενὸς κατὰ μηδένα τρόπον ἐκ μηδεμιᾶς ἀφορμῆς τῇ καθόλου διʼ ἣν καὶ αὐτοὶ τῷ χρόνῳ ἐνέδειξάνἐνεδειξων μοι εὔνοιαν καὶ φιλοστοργείαν, καὶ αὐτὴ ἀμειβομένηἀμοιβομενος τὰς ἀμοιβὰς ἑκοῦσαἑκων καὶ πεπεισμένηπεπισμένη ἧκον εἰς τήνδε τὴν ἐλευθερίαν ἥνπερ ἐθέμην κυρίαν καὶ βεβαίαν ἁπλῆν γραφεῖσαν πανταχοῦ ἐπιφερομένην ἐφʼ ὑπογραφῆς ἐμοῦ Δωρο θέου τοῦ ἀνδρὸς αὐτῆς πρὸς αἰωνίαν ὑμῶν ἀσφάλειαν, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Τηρουτήρου Πασμῆτος ἡ προκειμένη ἐθέμην τὴν ἐλευθερίαν καὶ εὐδοκῶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Δωρόθεος Σερήνου ὁ προγεγραμμένος ἀνὴρ αὐτῆς συνέστην τῇ γυναικί μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίηςεἰδηείης. Αὐρήλιος Τινισαεῖς Ἀμμωνᾶτος μαρτυρῶ. Αὐρήλιος ἈμμώνιοςἈμμώνιοςἈμμωνιου Σωκράτους μαρτυρῶ. Αὐρήλιος ΦιλουσίαςΦιτουσίας Ἀντωνίου μαρτυρῶ. Αὐρήλιος Κύριλλος Παησίου μαρτυρῶ. Αὐρήλιος Τιμόθεος Ἀπολλωνίου ἀπὸ προεστώτων Ἐλεφαντίνης μαρτυρῶ.Cross-references (3)
- TM-Text 23522 primary
- DDbDP-Text chrest.mitt;;361 tier-1
- HGV-Text 23522 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.