no image
DDbDP-text
Adoption via HGV-meta
Linked by Trismegistos ID
TM 22341.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαυίων Εὐχερίου τοῦ λαμπροτάτου καὶ Συαγρίου τοῦ λαμπροτάτου ἐπάρχου Τῦβι ε. Αὐρήλιοι Τεεὺς Παήσιος μητρὸς Θαήσιος ὡς ἐτῶν ξ, οὐλὴ γόνατι ἀριστερῷ ἀπὸ κώμης Ἄρεως τοῦ Ἑρμουπολείτου μετὰ συνεστῶτος οὗ ἑκοῦσα ἐμαυτῇ παρήνεγκα τοῦ καὶ γράφοντος ὑπὲρ ἐμοῦ μὴ εἰδυίης γράμματα Αὐρηλίου Προοῦτος Κουλῶτος κωμάρχου ἀπὸ τῆς αὐτῆς κώμης Ἄρεως καὶ Σιλβανὸς Πετήσιος υἱὸς τῆς προκειμένης Τεεῦτος ἑξῆς ὑπογράφων ἀποτακτικὸς ἀπὸ τῆς αὐτῆς κώμης Ἄρεως ἀλλήλοις χαίρειν. ἐπειδὴ ὁ μειζότερος υἱὸς ἐμοῦ τῆς προκειμένης Τεεῦτος τελευτῶν ΠαπνούθιοςΠαπνοοῦθισ τὸ ὄνομα κατέλειψεν υἱὸν Παῆσιν τὴν προσηγορίαν ὡς ἐτῶν ι πλείω ἔλαττον, ἔδοξεν δὲ ὥστʼ ἐμὲ τὸν ἀδελφὸν αὐτοῦ Σιλβανὸν κατʼ εὐσεβίαν τοῦτον τὸν παῖδα ἔχειν καθʼ υἱοθεσίαν πρὸς τὸ δύνανσθαι ἀνατρέφεσθαι εὐγενῶς καὶ γνησίως, κατὰ τοῦτο ὁμολογοῦμεν ἐγὼ μὲν ἡ Τεεὺς παραδεδωκέναι σοὶ τῷ Σιλβανῷ τὸν μνημονευθέν τα παῖδα πρὸς υἱοθεσίαν μετὰ τῆς πατρῴας αὐτοῦ κληρονομίας καὶ μητρῴας ἔν τε γηδί οις καὶ οἰκοπέδοις καὶ ἐνδομενικοῖς διαφόροις εἴδεσι πρὸς τὸ εἶναι σοῦ υἱὸν γνήσιον καὶ πρω τότοκον ὡς ἐξ ἰδίου αἵματος γεννηθέντα σοι, ἐγὼ δὲ ὁ Σιλβανὸς παρειληφέναι παρὰ σοῦ τῆς μητρός μου Τεεῦτος τὸν προκείμενον υἱὸν ΠαπνουθίουΠαπνούθιον πρὸς υἱοθεσίαν ὅνπερ θρέψω καὶ ἱματιῶἱματιζῶ εὐγενῶς καὶ γνησίως ὡς υἱὸν γνήσιον καὶ φυσικὸν ὡς ἐξ ἐμοῦ γενόμενον, παρειληφέναι δὲ καὶ τὰ πατρῷα αὐτοῦ πράγματα καὶ μητρῷα ἔν τε γηδίοις καὶ οἰκοπέδοις καὶ ἐνδομενικοῖς διαφόροις σκεύεσισκεύεσει ἐπὶ τῷ με ταῦτα αὐτῷ δια φυλάξαι καὶ ἀποκαταστῆσαι αὐτῷ ἐνήλικι γενομένῳ μετὰ καλῆς πίστεως, εἶναι δʼ αὐτὸν καὶ τῶν ἐμῶν πραγμάτων κληρονόμον υἱοθετηθέντα μοι ὡς προείρηται. ἡ υἱοθεσία κυρία δισσὴ γραφεῖσα ὁμοτύπως πρὸς τὸ παρʼ ἑκάστῳ ἡμῶν εἶναι μοναχὸν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλία Τεεὺς Παήσιος ἡ προκειμένη ἐθέμην τὴν υἱοθεσίαν καὶ εὐδοκῶ καὶ πείθομαιπίθομοι πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Προοὺς Κουλῶτος κωμάρχηςκωμάρχας ὁ προκείμενος συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Αὐρήλιος Σιλβανὸς Πετήσιος ὁ προκεί μενος ἀποτατικὸς ἐθέμην τὴν υἱοθεσίαν καὶ παρείληφαπαρίληφα τὴν πατρῴαν αὐτοῦ κληρονομίαν καὶ μητρῴαν καὶ εὐδοκῶ καὶ πείθομαιπίθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. διʼ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.