Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.80

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἐξ ὑπομνηματισμῶν ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ ιδ. Ἰσίδωρος ὁ καὶ Φιβίων πρὸς Ἀχιλλεὺς ρα χνψ ὑπόθεσις ἀπέχειν ρα Σεπτίμιος Οὐέγετος τὸν Φιβίωνα. παραστααμενος ὀφείλειν σοι διʼ ἃς αὐτ εὐθέως μαστιγω Φιβίων· τὸ πρᾶγμα χαρίζομαι αὐτῶι, ἵνʼ ἀμελῶς ἔχω Σεπτίμιος Οὐέγετος· ἐγκαλεῖς αὐτῶι; Κεφάλων ῥήτωρ· τῆς σῆς εὐεργεσίας δεόμενος ἐντυγ χάνει σοι τὸ πρῶτον καὶ ἀναγκαιότατον συγγνώμην αἰτούμενος, ἐπεὶ ἐπλανήθη περὶ τὴν ἔντευξιν· ἔ δει γὰρ ἀναφόριόν σοι δοῦναι, ὡς καὶ σὺ ἠθέλησας. δεό μεθα οὖν μὴ μαστιγωθῆναι αὐτὸν. τὸ δὲ ζήτημα νῦν ἐστι τοιοῦτο. ὁ πατὴρ τοῦ ἀντιδίκου ἐδανείσατο παρὰ τοῦ πατρὸς τοῦ ἡμετέρου ἑκατὸν ἀρτάβας πυροῦ. κλη ρονομικὸν δὲ τὸ δίκαιον. δοκῶ δὲ ὅτι οὐ τῶν χαρακτή ρων μόνων κληρονόμους δεῖ εἶναι, ἀλλὰ καὶ τὰ ὀφειλό μενα ὑπὸ τῶν κληρονομηθέντων ἀποδιδόναι. Ἀριστόνικος ῥήτωρ· ἀναγνώτω πῶς ὀφείλεται ταῦτα. Κεφάλωνος ἀναγνόντος ἐπίσταλμα Ἀρχίου τοῦ καὶ Πολυ δεύκους ἐπὶ τοῦ ια ἔτους θεοῦΤιβερίου Κλαυδίου Ἀριστόνικος· τὸν μὲν δανειοκόπον τοῦτον ἐνθάδε καλοῦνται οἱ δεδανεικότεςδεδανες ἐκ πολλῶν ἤδη χρο νων ἄνθρωπον στατέον εἰς τὰ θέατρ ατα· ὁ δὲ ἡμέτερός ἐστιν εὐσχήμων εν εννεν τοῦ μελ πότε δγραφο ε γραπωι νουτ Φιβίων· οὐκ οἶδα. Σεπτίμιος Οὐέγετος· ὅ γε σὺ οὐ κ οἶδας οὐδὲ ἡμειωμεν. Κεφάλων· τὸ μὲν ἐπίσταλμα τοῦ πατρὸς τούτου ἐστίν· προστάτης δὲ ὢν ὁ δοῦλος ὑπέγραψεν ὅτι μετρήσει, οὐδὲν δὲ μεμέτρηκεν ἅπαξ ἀπὸ τοῦ ἐπι στάλματος. Σεπτίμιος Οὐέγετος· πρῶτον μὲν ζητεῖται, εἰ τοῦ πατρὸς τούτου γράμματά ἐστιν, δεύ τερον διὰ τί ἕως σήμερον οὐκ ἀπῄτησας· δύναται γὰρ καὶ γεγραφέναι ὁ ιος καὶ μεμετρηκέναι. Ἀριστόνικος· σὺ μὲν ζητεῖς ὀρθῶς ταῦτα, ἐγὼ δέ σοι τὸ καθολικὸν λέγω· ἡγεμόνεςἡγημόνες πενταετίον ὥρισαν περὶ τῶν πολυχρονίων· ἄλλʼ οἳ δεκαετίαν, οὐχ ὅπου διαλογισμοὶ καὶ ἡγεμόνες παραγενόμενοι. πυθοῦ αὐτοῦ. πόσα ἔτη ὁ πατὴρ αὐτοῦ ἐπέζησεν. Φιβίων· ἠρνήσατο οὗτος τὴν κληρονομίαν τοῦ πατρὸς καὶ ἐγὼ τὴν καὶ ἐγὼ τὴν τοῦ ἰδίου πατρός, ἐπεὶ σιτο λόγοι ἦσαν καὶ ἀπῃτοῦντο εἰς τὸν Καίσαρος λόγον. Ἀριστόνικος· εἰ οὖν καὶ ὠφείλετο εἰς τὸν Καίσαρος λόγον, διὰ τί οὐκ ἀπῄτει τότε; Σεπτίμιος Οὐέγετος· λιμοῦλειμοῦ γενομένου πεινῶν οὐκ ἀπῄτεις τὸν πυρόν, εἰ ὠφείλετό σοι; Φιβίων· παρεκάλει με τέσσαρας μνᾶς λαβεῖν. Ἀριστόνικος· ἐὰν τούτῳ προχωρή σῃ, ἐποίσουσιν μυρίοι χειρόγραφα τοῦ πατρὸς τούτου· ἐν ὀρφανείᾳ γὰρ κατελίπεκατελίπη οὗτος. Σεπτίμιος Οὐέγετος τῶι Φιβίωνι· ἄξιος μὲν ἦς μαστι γωθῆναι, διὰ σεαυτοῦ κατασχὼν ἄνθρωπον εὐσχήμονα καὶ γυναῖκαγυναῖκαν· χαρίζομαι δέ σε τοῖς ὄ χλοις καὶ φιλανθρωπότερός σοι ἔσομαι. διὰ τεσσε ράκοντα ἐτῶν ἐπιφέρεις ἐπίσταλμα· τὸ ἥμισύ σοι τοῦ χρόνου χαρίζομαι· μετὰ εἴκοσι ἔτη ἐπανε λεύσῃ πρὸς ἐμέ. καὶ ἐκέλευσε τὸ χειρόγραφον χια σθῆναι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.