Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.mitt.89
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον ἀναφορίου. Φαβρικιανῷ ἐπάρχωι εἴλης καὶ ἐπὶ τῶν κεκριμένων παρὰ Τιβερίου Τιβερείνου οὐετρανοῦ. ἀνέτειναἀνέτινα βιβλίδια τῷ λαμπροτάτῳ ἡγεμόνι καὶ ἀνεπέμφθην ἐπὶ σὲ καὶ ἐπὶ ὑπογραφῆς οὕτως ἐχούσης· οἱ ταῦ τα ἐπιδόντες τὰ βιβλίδια ἀριθμῷ ιθ ἐντύχετε Φαβρικιανῷ ἐπάρχῳ εἴλης καὶ ἐπὶ τῶν κεκριμένων ᾧ τὰ ἴσα ἐδόθη, ὃς τὰ κεκριμένα ἐκβιβάσειἐγβιβάσι. τὸ ἀντίγραφον καὶ ἀξιῶ ἀκουσθῆναι· ὑπέταξα δὲ καὶ τὸ ἀνῆκον μέρος τῆς τοῦ στρατηγοῦ ἀποφάσεως τὸ ἀντίγραφον, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. — ἔστι δὲ τοῦ βιβλιδίου τὸ ἀντίγραφον· Οὐολουσίῳ Μαικιανῷ ἐπάρχῳ Αἰγύπτου παρὰ Τιβερίου Τιβερίνου οὐετρανοῦ. κατὰ τὴν ἔμφυτόν σου εὐμένειαν προῄρεσαι εἰς πᾶν τὰ ἐπάξια πρξασθαι πρὸς τὰ ἤδη κεκριμένα ὑπὲρ τοῦ μὴ ὥρας διπλᾶς κατατρίβεσθαι, καὶ αὐτόθʼ οὖν πρὸς τοὺς τὰ ἤδη κεκριμένα μάτην παρενοχλοῦντας, διʼ οὗ περὶ τῶν ἀντιδίκων ἐντυγχάνω σοι δεόμενος τῆς ἀπὸ σοῦ ἀντιλήμψεως τυχεῖν. διαδικασίας περὶ κληρονομίας μοι ἐνστάσης κατέστημεν ἐπὶ Θεο δώρου πέρας εἴληφεν καὶ προσκριθέντωνπροσκριθεν μοι τῶν ὑπαρχόντων μενης τῆς κληρονομίας κατὰ τὰ κείμενά μοι δίκαια· ἐπει δὴ εαν περὶ τῶν αὐτῶν παλινδικοῦντεςπαλινδικουντωνες καὶ μάτην ἐπέδωκάν μοισοι ἐμφοβοῦντές με διαστολικὸν ὑπόμνημα, παρατυχὼν ἐπὶ τὴν σὴν διάγνωσιν ἀξιῶ προσκυνῶν τὸ ἱερώτατον βῆμα τουο λιων ἐκ τῆς ἀσυνκρίτου ἐπιστροφῆς εἰς τοῦτο μεῖναι αὐτοὺς ανα νουθεσίας, ἀκοῦσαί μου πρὸς αὐτούς, ἤδη ποτὲ ἀποσπῶ νται τῆς κατʼ ἐμοῦ ἐπηρείας παρασύραντέςπαρασύραντάς με εἰς τὰ κριτήρια, ἄνθρωπον τούτοις ὑπηρετήσαντα ταῖς στρατίαις ἀμέμπτως, ἵνʼ ὦ ὑπὸ σοῦ εὐεργε τημένος. διευτύχει. Τιβέριος Τιβερεῖνος οὐετρανὸς ἐπιδέδωκα. ἔτους Φαρμοῦθι ε. μέχρι τούτου τὸ βιβλίδιονβιβλείδιον. ἔστιν δὲ καὶ τῆς ἀποφάσεως τὸ ἀνῆκον μέρος· Θεόδωρος στρατηγὸς σκεψά μενος εἶπεν· ἤδη καὶ ἐχθὲς διαλαβὼν ὑπερεθέμην μὲν τὸ πρᾶγμα ἐκ τοῦ ἀνα γνωσθέντος ὑπομνήματος Μουνατίου· ἐπεὶ δὲ σήμερον καὶ ὁ Τιβερεῖνος κατέστηκατεστην ὑπὲρ μαμμῴων ὑπαρχόντων, ὧν οὐ δεόντως ἐπικρατοῦ σιν αἱ περὶ τὴν Ἀθηνάριον ὡς ἐκ διαθήκης κληρονόμοι γενόμεναι τῶν τοῦ εθ Ἀνθεστίου Γεμέλλου πάτρωνοςπατρων αὐτῶν ὑπαρχόντων τῶν μήπω φθα σάντων εἰς αὐτὸν ἐλθεῖνεἰσελθῖν ἀπὸ τῆς μητρός, συνεμπέπλεκταί τε τῶι ἀναγνωσθέντι ὑπομνήματι καὶ μαμμῷα ὑπάρχοντα, αἱ περὶ τὴντη Ἀθηνάριον ἱκανὸν παρέξουσι τῶν ἐκ κρίσεως φανησομένων, πά σης τε τῆς προσόδου, ἐξ οὗ τετελεύτηκεν ὁ Ἀνθέστιος Γέμελλος. ἐξῆλθεν Διόσκορος Ἁρποκρατίωνος ὑπηρέτης. μέχρι τούτου ἡ ἀπόφασις· ἔστι δὲ καὶ τὸ ἀνῆκον μέρος τοῦ ὑπομνήματος· τυγχάνει δέ, κύριε, καὶ ὃν λέγουσι πα τέρα αὐτῶν εἶναι ἔτι πάλαι ὑπὸ Ἀπολλιναρίου στρατηγήσαντος κατα κριθεὶς λόγους μου τάξασθαι, ὅστις οὐκ ἔταξεν· κατὰ τοῦτο ἀξιῶ καὶ νῦν τούτους τοὺς κληρονόμους λόγους μοι τάξασθαι. Τιβέρις Τιβερῖνος ἐπιδέδωκα. Θέων· ἀξιοῖ Τιβερῖνος τῇ ἀποφάσειἀποφάσι τοῦ κρατίστου Λιβεραλίου μενφι Φαρμοῦθι ζ. ἐξῆλθεν ὁ αὐτὸς ὑπηρέτης.Cross-references (3)
- TM-Text 9263 primary
- DDbDP-Text chrest.mitt;;89 tier-1
- HGV-Text 9263 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.