no image
DDbDP-text
[1]
[…] ἐπὶ τὰ τείχη […]νεσθαι
[…]… ἑτέρους καταβιάσας παρε[…]αι κατέστησεν ἐπὶ τῶν
[…]ἀποστείλας τινὰ πρὸς τὸν
[…]περὶ τῶν γεγενημένων ἐμφανίσας
[…]τοὺς στρατιώτας προσαγόντων
[…]τῆς[…]φυλακῆς εἰς ὃν συνέθεντο καιρὸν
[…]ους ἐπὶ τῆς ἄκρας καὶ περὶ τῶν
[…]… Εὔμαχον καὶ Ἀριστέαν ἐπι
[…]ο[…]λαι προυπαρχον[…]
[…]επιθεμένους ἐπεὶ καιρὸν
[…]ον τόνδε συνέλαβον
[…] παρὰ τοῦ Ἀνδρίσκου πεμ[…]εν ἅπαντας ἐν τοῖς ἐπιτηδείοις[…]τῶν δʼ ἐκ τῆς ἄκρας ὑποτιθενενων[…]καὶ δεηθέντων μηθὲν παρα[…]μήδʼ ἐναντίον ἔφησεν ἔσεσθαι φανερὰν
αὐτοῖς εἰς τὸ λοιπὸν τήν τε παρʼ ἡμῶν καὶ τὴν παρὰ
[…]ίαν, μετὰ δὲ ταῦτα δεξιὰν
δοὺς αὐτοῖς καὶ καταστήσας Ἐπιγένην ἐπὶ τῆς
ἄκρας καὶ παραδοὺς αὐτῷ τὴν πόλιν ἅμα τῆι ἡμέραι
[…]ντων ἐπιστείλας ὑπῆγεν
[…]κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Πυθαγόρας
καὶ Ἀριστοκλῆς[…]ιε σκάφη τῆς ἀδελφῆς πρὸς αὐτοὺς
[2]
διαπεμψαμένης εἰς τὸ[…]ν προθύμως
καὶ τὴν λοιπὴν χρείαν παρέχεσθαι καὶ παραπλεύσαντες εἰς Σόλους τοὺς Κιλικίους ἀνέλαβον τὰ
ἐκεῖσε κατασχεθέντα χρήματα καὶ παρεκόμισαν
εἰς Σελεύκειαν, ὄντα Αφ ἀργυρίου τάλαντα, ἃ διενοεῖτο μὲν
Ἀρίβαζος ὁ ἐν Κιλικίαι στρατηγὸς ἀποστέλλειν
εἰς Ἔφεσον τοῖς περὶ τὴν Λαοδίκην, συνφωνησάντων δὲ
πρὸς αὑτοὺς τῶν τε Σολείων καὶ τῶν στρατιωτῶν τῶν
αὐτόθεν καὶ μετὰ βίας ἐπιβοηθησάντων τῶν
περὶ τὸν Πυθαγόραν καὶ Ἀριστοκλῆ …υ……θρων
καὶ γενομένων ἀνδρῶν ἀγαθῶν ἁπάντων, συνέβη
ταῦτά τε κατασχεθῆναι καὶ τὴν πόλιν καὶ τὴν
ἄκραν καθʼ ἡμᾶς γενέσθαι … τοῦ Ἀριβάζου δὲ ἐκπεπηδηκότος καὶ πρὸς τὴν ὑπερβολὴν τοῦ Ταύρου
συνάπτοντος, τῶν ἐνχωρίων τινὲς τὴν κεφαλὴν
ἀποτεμόντες ἀνήνεγκαν εἰς Ἀντιόχειαν. ἡμεῖς δὲ
ἐπὶ τὰ κατὰ τὰς ναῦς ετ…νάμεθα, πρώτης
φυλακῆς ἀρχομένης ἐμβάντες εἰς τοσαύτας ὅσας
ἤμελλεν ὁ ἐν Σελευκείαι λιμὴν δέξασθαι, παρεπλεύσαμεν
εἰς φρούριον τὸ καλούμενον Ποσίδεον καὶ καθωρμίσθημεν τῆς
ἡμέρας περὶ ὀγδόην ὥραν. ἐντεῦθεν δὲ ἑωθινῆς ἀναχθέντες παρεγενόμεθα εἰς τὴν Σελεύκειαν.
τῶν δὲ ἱερέων καὶ ἀρχόντων καὶ τῶν ἄλλων πολιτῶν
καὶ τῶν ἡγεμόνων καὶ τῶν στρατιωτῶν στεφανηφορησάντων καὶ τὴν ἐπὶ τὸν λιμένα συναντησάν-
[3]
των ὁδὸν[…]πρὸς ἡμᾶς εὐνοίας καὶ
[…]… εἰς τὴν πόλιν
[…]τὰ παρασταθέντα θύματα
[…]βωμοῖς τοῖς ὑπʼ αὐτῶν
κατασκευασθεῖσι[…]ς καὶ τὰς τιμὰς ἐν τῶι ἐμπορίωι
ανήγ […]ταύτην μὲν τὴν ἡμέραν […]ν, τῆι δὲ ἑτέραι
…η[…] ὡς ἐνδέχεται
μάλιστα[…]ες ἐν αἷς ὑπεδεξάμεθα[…] πάντας τοὺς μεθʼ ἡμῶν πλεύσαντας καὶ τοὺς αὐτόθεν σατράπας
καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους ἡγεμόνας ὅσοι οὐκ ἦσαν
τεταγμένοι[…]κατὰ τὴν πόλιν καὶ τὴν
ἄκραν[…]φρουρᾶς ἐάσαντες
[…]ἦσαν γὰρ θαυμαστοὶ
[…]…νται μετὰ ταῦτα εἰς Ἀντιόχειαν
[…] τοιαύτην τὴν παρασκευὴν καὶ τῶν
[…]εὕρομεν ὥστε καταπλήττεσθαι
ἡμᾶς.[…]ἀπήντησαν γὰρ ἡμῖν ἐκτὸς τῆς πύλης
οἱ […] σατράπαι καὶ οἱ ἄλλοι ἡγεμόνες καὶ οἱ στρατιῶται καὶ οἱ ἱερεῖς καὶ αἱ συναρχίαι
καὶ πάντες οἱ ἀπὸ τοῦ γυμνασίου νεανίσκοι καὶ ἄλλος
ὄχλος[…]ἐστεφανωμένος καὶ τὰ ἱερὰ πάντα εἰς τὴν
πρὸ τῆς πύλης ὁδὸν ἐξήνεγκαν, καὶ οἱ μὲν ἐδεξιοῦντο
οἱ δὲ […]ἡμᾶς μετὰ κρότου καὶ κραυγῆς
[4]
[…]
[…] παρʼ ἑκάστην οἰκίαν[…]
[…]…ους ποιούμενοι διετέλεσαν[…]
[…] πολλῶν ἡμῖν ὄντων τῶν
[…]… οὐθενὶ οὕτως ἡδόμεθα ὡς
ἐπὶ τῆι τούτων ἐκτενείαι, ἐπεὶ δʼ οὖν α[…] π[…]
παρασταθέντα θύματα παρα τετ…[…]ημε[…]
καὶ τῶν ἰδιωτῶν κατεσπείσαμεν, ἤδη
ἡλίου περὶ καταφορὰν ὄντος εἰσέλθομεν εὐθέως
πρὸς τὴν ἀδελφὴν καὶ μετὰ ταῦτα πρὸς τῶι
πράσσειν τι τῶν χρησίμων ἐγινόμεθα, τοῖς τε
ἡγεμόσιν καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄλλοις τοῖς
κατὰ τὴν χώραν χρηματίζοντες καὶ περὶ τῶν ὅλων βουλευόμενοι. πρὸς τούτοις δὲ ἡμέρας τινὰςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.