no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9221.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
παρὰ Αὐρηλίων Λογγείνου τοῦ καὶ Ζωσίμου
Λεωνίδου καὶ Ὡρίωνος Μάρωνος καὶ Ἁρπάλου
Σαραπίωνος τῶν γ καὶ τῶν λοιπῶν σιτολόγων
κώμης Καρανίδος. μηνιαῖος ἐν κεφαλαίῳ
τοῦ Φαῶφι μηνὸς τοῦ ἐνεστῶτος κε ἔτους ἀπὸ γενήματος τοῦ διεληλυθότος ἔτους κδ ἔτους. εἰσὶν αἱ μετρηθεῖσαι ἡμῖν τῷδε τῷ μηνὶ ὑπὲρ ἀννώνας
πυροῦ ἀρτάβαι ιε, κριθῆς ἀρτάβαι κβ, ὧν
Καρανίδος ἀννώνας πυροῦ ἀρτάβαι ιε κριθῆς ἀρτάβαι ιϛ,
Φειλοπάτορος ἀννώνας κριθῆς ἀρτάβαι ϛ
καὶ ταύταις προσαναλαμβάνονται ὑπὲρ φιλανθρώπου καὶ ἄλλων πυροῦ ἀρτάβης 𐅵,
κριθῆς ἀρτάβης δ κδ, γίνονται σὺν φιλανθρώπῳ πυροῦ ἀρτάβαι ιε 𐅵, κριθῆς ἀρτάβαι κβ δ κδ
καὶ ἐκλόγου τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι σνη 𐅷 η,
κριθῆς ἀρτάβαι σξδ 𐅵 γ κδ, σὺν δὲ τῇ ἐκλόγῳ
πυροῦ ἀρτάβαι σοδ δ κδ, κριθῆς ἀρτάβαι σπζ ϛ.
Αὐρήλιος Ἅρπαλος Σαραπίωνος σιτολόγος ἐπιδέδωκα.
Αὐρήλιος Ὡρίων Μάρωνος συνεπιδέδωκα.
ἔτους κε Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου
Παρθικοῦ Μεγίστου Βρεντανικοῦ Μεγίστου
Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ
Ἁθὺρ ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.