no image
DDbDP-text
Ordonnance pour la livraison de semences via HGV-meta
Linked by Trismegistos ID
TM 10218.
Each record below describes this same artifact or text from a different angle.
[1]
πυροῦ ἀρτάβαι λδ γ ιβ
Φωκίων στρατηγὸς Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων σιτολόγοις
Θεαδελφείας χαίρειν. μετρήσατε συνεπιστέλλοντος Λεωνίδου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ἀπὸ γενήματος
ζ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων
Αὐτοκρατόρων εἰς δάνεια σπέρματα τῆς τοῦ ἐνεστῶτος
η ἔτους ἐπʼ ἀγαθοῖς κατασπορᾶς ἃς ὁ αὐτὸς βασιλικὸς γραμματεὺς ὧι
ἡ περὶ τῶν σπερμάτων διάκρισις διαφέρει, ἔγραψεν ὀφείλειν
ἐξοδιασθῆναι δημοσίοις γεωργοῖς κώμης Καμείνων
καὶ Κερκεσήφεως αἰτησαμένοις διὰ Χιλᾶ Κρονίωνος καὶ Πετεεῦτος Πετεεῦτος τῶν β πρεσβυτέρων τῆς Κερκεσήφεως καὶ Ἁρμιέως
Σουχᾶ καὶ Ὀρσενούφεως Χαιρεῖ τῶν β πρεσβυτέρων κώμης
Καμείνων διʼ ὑπογεωργοῦ Δημοκράτους Νέωνος εἰς τὰς
προσμερισθείσας αὐτοῖς ἀπὸ πεδίων κώμης Ἀργιάδος
τοῖς μὲν ἀπὸ Καμείνων βασιλικῆς γῆς ἀρούρας ι 𐅷 σπερμάτων πυροῦ
σὺν ὑπολήμψει ἀρτάβας ιε ϛ, προσοδικῶν ἀρούρας ε γ σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας ζ 𐅵 γ ιβ,
τοῖς δὲ ἀπὸ Κερκεσήφεως βασιλικῆς γῆς ἀρούρας ε γ σπερμάτων πυροῦ σὺν
ὑπολήμψει ἀρτάβας ζ 𐅵 κδ, προσοδικῶν ἀρούρας β 𐅷 σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας γ 𐅷 η,
τὰς ἐπὶ τὸ αὐτὸ σπερμάτων πυροῦ καθαροῦ ἀδόλου ἀβώλου
ἀκρίθου κεκοσκινυμένου μέτρῳ δημοσίῳ μετρήσει
τῇ κελευσθείσῃ ἀρτάβας τριάκοντα τέσσαρες τρίτον δωδέκατον ἐπακολουθούντων τῷ τε ἐξοδιασμῷ καὶ τῇ εἰς τὴν
γῆν καταθέσει τοῦ τε αἰγιαλοφύλακος καὶ κατασπορέων ὄντων καὶ χωματεπιμελητῶν καὶ τῶν ἄλλων τῶν εἰωθότων κατὰ συνήθειαν μηδενὸς ὑπολογουμένου ὀνόματι δημοσίου ἢ ἰδιωτικοῦ ὀφειλήματος ἐπὶ τῷ τὰς ἴσας ἐκ νέων γενημάτων ἀποκατασταθῆναι ἅμα τοῖς τῆς γῆς δημοσίοις καὶ προσμετρουμένοις πᾶσι καὶ λαβόντες τὰς καθηκούσας ἀποχὰς δισσὰς εἴς με
γεγραμμένας ἀνάδοτε. ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου
Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος
Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Ἁδριανοῦ κη.
Φωκίων στρατηγός. μετρήσατε τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα τέσσαρες
τρίτον δωδέκατον ὡς πρόκειται.
Λεωνίδης βασιλικὸς γραμματεύς. μετρήσατε τὰς τοῦ πυροῦ ἀρτάβας λδ γ ιβ ὡς πρόκειται.
[2]
Ἁρμιεῦς Σουχᾶ καὶ Ὀρσενοῦφις Χαιρεῖ οἱ β δημόσιοι καὶ
οὐσιακοὶ καὶ προσοδικοὶ γεωργοὶ
κώμης Καμείνων καὶ
Χιλᾶς Κρονίωνος καὶ
Πετεεῦς Πετεεῦτος oἱ β
δημόσιοι καὶ οὐσιακοὶ καὶ προσοδικοὶ
γεωργοὶ κώμης
Κερκεσήφεως εἰς τὰς
προσμερισθείσας αὐτοῖς
ἀπὸ πεδίων κώμης Ἀργιάδος διʼ ὑπογεωργοῦ
Δημοκράτους Νέωνος
Καμείνων βασιλικῆς ἀρούρας ι 𐅷 σπερμάτων σὺν ὑπολήμψει
ἀρτάβας ιε ϛ, προσοδικῶν ἀρούρας ε γ σπερμάτων σὺν ὑπολήμψει
ζ 𐅵 γ ιβ, Κερκεσήφεως βασιλικῆς
ἀρούρας ε γ σπερμάτων σὺν ὑπολήμψει ζ 𐅵 κδ
προσοδικῶν ἀρούρας β 𐅷 σπερμάτων σὺν ὑπολήμψει γ 𐅷 η·
γίνονται ἐπὶ τὸ αὐτὸ μετρήσει τῇ κελευσθείσῃ
σπερμάτων σὺν ὑπολήμψει
πυροῦ ἀρτάβαι λδ γ ιβ·
ἡμεῖς οἱ δ πρεσβύτεροι ἀπέχομεν.
Κασᾶς Πηκῶ γραμματεὺς ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.