Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.wilck.203

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

μθ ἉρποκρατίωνιἉρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδοςμερίδος παρὰ Ἡρώδου Ἥρωνος τοῦ Ἡρακλείδου μητρὸς Εἰρήνης ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων δεκάτον μέρος οἰκίας, ἐν ᾗ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἀπεγραψάμην. καί εἰμιεἰμι Ἡρώδης ὁ προ γεγραμμένος λαογραφούμενος γέρδιος ἐτῶν ν καὶ τὴν γυναῖκά μου οὖσαν καὶ ἀδελφὴν Εἰρήνην ἐτῶν νδ καὶ ἐ ξ ἀμφοτέρων τέκνα Ἥρωνα ον ἐτῶν κθ καὶ Νεῖλον ἄλλον χρυσοχοῦν ἐτῶν κε καὶ Σαραπί ωνα ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν καὶ Ἡρακλείδην ἐτῶν θ καὶ Εὐπορᾶν ἐτῶν ζ ἀμφοτέρους μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ ν ἐτῶν κγ καὶ Νειλλιαῖναν οὖσαν τοῦ Ἥρωνος γυναῖκα ἐτῶν καὶ Θαϊσάριον ἐτῶν ιζ καὶ τὰ τοῦ Ἥρωνοςκαὶ τὰ τοῦ Ἥρωνος καὶ τῆς Νειλλιαίνης τέκνα Ἡρώδην καὶ Τρύφωνα ἀμφοτέρους δίδυμαγενεῖςδίδυμαγενεῖς μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις ἔτους α καὶ τοῦ Νείλου γυναῖκα Θερμου θάριον Κάστορος τοῦ Ἥρωνος μητρὸςμητρὸς Ἰσιδώρας ἀπὸ τῆς μητροπόλεως ἐτῶν κθ καὶ ἐξ ἀμφοτέρων τέκνα να ἐτῶν ιγ καὶ Ἥρωνα ἐτῶν ἀμφοτέρους μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ τὰ τοῦ τετελευτηκότοςτετελευτηκότος μου ἀδελφοῦ Ἡρακλείδου τέκνα Ἥρωνα μητρὸς Εἰρήνης ῥαβδιστὴν ἐτῶν λδ καὶ Ἀπίωνα μητρὸς τῆς αὐτῆς ἐργάτην ἐτῶν κδ καὶ Ἡρακλείδην χρυσοχοῦν ἐτῶν ιθ καὶ Θαϊσάριον οὖσαν τοῦ Ἥρωνος γυναῖκα ἐτῶν ιζ καὶ ἐξ ἀμφοτέρων θυγατέρα Σύραν ἔτους α. καὶ ἐνοίκους· Νεῖλον Δημητρίου τοῦ υ μητρὸς Θαϊσαρίου λαογραφούμενον ὀνηλάτηνὀνηλάτην ἐτῶν μδ καὶ τὴν τούτου γυναῖκα οὖσαν καὶ ἀδελ φὴν Εἰρήνην ἐτῶν νβ καὶ ἐξ ἀμφοτέρων υἱὸν Κάστορα μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν η καὶ τοὺς τῆς προγεγραμμένης Θερμουθαρίου ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοὺς Ἥρωνα ῥαβδισ τὴν λαογραφούμενον ἐτῶν λδ καὶ Μέλαναν κηπουρὸν ἐτῶν λβ καὶ Ἥρωνα Ἡρακλείδου τοῦ Ἥρωνος μητρὸς Διδύμης λαογραφούμενον ἐργάτην ἐτῶν κϛ καὶ τὴν τούτου ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν ην ἐτῶν κγ, πάντας τοὺς πλείους συναπογραφέντας μοι τῇ τοῦ ιδ ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου ἀπογραφῇ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ταμείων. διὸ ἐπιδίδωμι. Ἡρώδης ἐπιδέδωκα. Ἁρποκρατ ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου . ν Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Σαραπάμμωνος Ἀπολλωνίου τοῦ μητρὸς Διδυμαρίου κατοίκου τῶν Ϛυοεἀπὸ τῆς μητροπόλεως ἀναγραφομένουἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφό δου Μοήρεως πλησίον τῆς πύλης οἰκία καινὴ καὶ αἴθριον καὶ αὐλὴ, ἐν ᾗ κατοικῶ καὶ καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθό τος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ αὐτοῦ ἀμφό δου Ταμείων, ἐφʼ οὗοὑς καὶ τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην. καί εἰμι Σαραπάμμων ὁ προ γεγραμμένος κάτοικος ἐπικεκριμένος ἐτῶν ο καὶ τὸν δοῦλόν μου Αὐνῆν ὠνηθέντα ὑπʼ ἐμοῦ τῷ ἔτει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων ἀπογεγραμμένον τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ὑπὸ τῶν δεσποτῶν ?, ἀποδομένων μοι αὐτῶν κατὰ μὲν τὸ τρίτον μέρος Κρονίωνος Κρονίωνος τοῦ Ἡρακλείδου μητρὸς καὶ τῶν τούτου ἀδελφῶν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμεί ων, κατὰ δὲ τὸ λοιπὸν δίμοιρον μέρος Ἡρω τοῦ καὶ Τούρβωνος τοῦ Ἥρωνος μητρὸς καὶ τῶν τούτου ἀδελφῶν ἐπʼ ἀμφόδου Γυμνασίου. καὶ ἡ θυγάτηρθαγάτηρ μου Διδυμάριον ἀπεγράφη ὑπὸ τοῦ Ἀχιλλέως Ἀπολλωνίου ἐπʼ ἀμφόδου Γυμνασίου σὺν τοῖς γεναμένοις ἐξ ἀλλήλων υἱοῖς Οὐαλερίῳ καὶ διὸ ἐπιδίδωμι. Σαραπάμμων Ἀπολλωνίου ἐπι δέδωκα. Τύραννος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι. Ταμείων.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.