no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19999.
Each record below describes this same artifact or text from a different angle.
ἀπελύσαμεν ἐξελθεῖν εἰς Ἀνατολὴν δεδωκότες αὐτοῖς προθεσμίαν μηνῶν ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶ μηνὸς Παῦνι ε ἰνδικτίωνος δωδεκάτης τῆς αὐτῆς δωδεκάτης ἰνδικτίωνος. ὅστις οὖν ὑπαντήσῃ αὐτοῖς ἐκ τῶν ὑπουργῶν τοῦ Ἀμιραλμουμνὶν τῶν ὄντων εἴς τε Ἀνατολὴν καὶ Αἴγυπτον μετὰ τὴν δεδομένην αὐτοῖς παρʼ ἡμῶν προθεσμίαν, τούτους κρατήσῃ καὶ ἀποστρέψῃ εἰς τὴν ἰδίαν αὐτῶν. ἀπαιτήσῃ ἕκαστον αὐτῶναὐτῶν νομίσματα τρία . οὕτω γὰρ ἐθεματίσαμεν αὐτοὺς δοῦναι καὶ πρὸς τὸ δῆλον εἶναι τῷ παρόντι σιγιλλίῳ ἐχρησάμεθα τοῖς τε Ἀραβικοῖς καὶ Ἑλληνικοῖς γράμμασιν, ἐπιτιθέντες ἐν αὐτῷ καὶ τὴν συνήθη ἡμῶν βοῦλλαν. ἐγράφη μηνὸς Παῦνι ε ἰνδικτίωνος δωδεκάτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.