no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου
καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους κ Τῦβι
θ ὁμολογεῖ Ἄγρων Λεοντίσκου Πέρσης
τῆς ἐπιγονῆς μεμετρῆσθαι παρὰ
Διονυσίου τοῦ παρʼ Ἡρακλείδου ἐκ τῶν περὶ
πόλιν εἰς τὸν συνηγορασμένον διʼ αὐτοῦ
ἄρτον ὥστε Χρυσίππωι τῶι ἀρχισωματοφύλακι καὶ διοικητῆι ἀπὸ τῶν γενημάτων τοῦ ιθ ἔτους πυροῦ καθαροῦ
κεκοσκινευμένου ἀκρίθου μέτρωι ὧι αὐτὸς
ἐκόμισα ἐξ Ἀλεξανδρείας συμβεβλημένωι πρὸς τὸ χαλκοῦν μετρήσει
δικαίαι καὶ σκυτάληι ὡσαύτως
ἀρτάβας χιλίας[…]καὶ
τὸ σύμβολον […]
ανδρίδει τῶι[…]
ἰδια. ἔγραψεν Πτολεμαῖος Ζήνωνος
συντάξαντος Ἄγρωνος διὰ τὸ φάσκειν
μὴ εἰδέναι γράμματα.[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.