no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28137.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Ἀπίων Ἐπιμάχῳ τῶι πατρὶ καὶ
κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ διὰ παντὸς
ἐρρωμένον εὐτυχεῖν μετὰ τῆς ἀδελφῆς
μου καὶ τῆς θυγατρὸς αὐτῆς καὶ τοῦ ἀδελφοῦ
μου. εὐχαριστῶ τῷ κυρίῳ Σεράπιδι
ὅτι μου κινδυνεύσαντος εἰς θάλασσαν
ἔσωσε εὐθέως. ὅτε εἰσῆλθον εἰς Μησήνους, ἔλαβα βιάτικον παρὰ Καίσαρος
χρυσοῦς τρεῖς καὶ καλῶς μοί ἐστιν.
ἐρωτῶ σε οὖν, κύριέ μου πάτερ,
γράψον μοι ἐπιστόλιον πρῶτον
μὲν περὶ τῆς σωτηρίας σου, δεύτερον περὶ τῆς τῶν ἀδελφῶν μου,
τρίτον, ἵνα σου προσκυνήσω τὴν
χεῖρα, ὅτι με ἐπαίδευσας καλῶς,
καὶ ἐκ τούτου ἐλπίζω ταχὺ προκόψαι τῶν θεῶν θελόντων. ἄσπασαι
Καπίτωνα πολλὰ καὶ τοὺς ἀδελφούς
μου καὶ Σερηνίλλαν καὶ τοὺς φίλους μου.
ἔπεμψά σοι εἰκόνιν μου διὰ Εὐκτήμονος. ἔστιν μου ὄνομα Ἀντῶνις Μάξιμος. ἐρρῶσθαί σε εὔχομαι.
κεντυρία Ἀθηνονίκη.
[r,ms]
ἀσπάζεταί σε Σερῆνος ὁ τοῦ Ἀγαθοῦ Δαίμονος καὶ[…]ς ὁ τοῦ
[…]ρου
καὶ Τούρβων ὁ τοῦ Γαλλωνίου καὶ Δ[…]νᾶς ὁ τοῦ[…]σεν[…]
[…]…[…]…[…]
[v]
εἰς Φιλαδελφίαν Ἐπιμάχῳ ἀπὸ Ἀπίωνος υἱοῦ
ἀπόδος εἰς χώρτην πρῖμαν Ἀπαμηνῶν Ἰουλιανοῦ Ἀν…[…]
λιβελαρίῳ ἀπὸ Ἀπίωνος ὥστε Ἐπιμάχῳ πατρὶ αὐτοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.