no image
DDbDP-text
[r]
☧ μετὰ τὴν ὑπατείαν Φλαουίων
Συμμάχου καὶ Βοηθίου
τῶν λαμπροτάτων Τῦβι κϛ
α ἰνδικτίωνος ἐν Ἀρσινόῃ.
Ποῦσις υἱὸς Ἰσὰκ ἀπὸ ἐποικίου…[…]
Μηνᾷ υἱῷ Νειλάμμωνος
ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως.
ὁμολογῶ καὶ νῦν ἐσχηκέναι με παρὰ σοῦ διὰ
χειρὸς καὶ πεπληρῶσθαι
τὴν τιμὴν κριθῶν
καθαρίων ἀρταβῶν
τριάκοντα τριῶν
κριθῆς ἀρτάβας λγ, ἅπερ σοι
ἀποδώσω μηνὶ Παῦνι
μέτρῳ τῷ σῷ ἐν τῷ
ἐποικίῳ ἀπὸ καρπῶν τῆς
δευτέρας ἰνδικτίωνος ἐξ ὑπαρχόντων μοι πάντων
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ☧ Ποῦσις
…ε υἱὸς Ἰσὰκ ὁ προκείμενος συμφωνεῖ
πᾶσι τοῖςπρογεγραμμένοις […]
[… ? lines lost …]
[v]
☧ χειρόγραφον Ποῦσι … Ἰσὰκ καὶ νῦν κριθῆς ἀρταβῶν λγ εἰς Αὐρήλιον Μηνᾶ υἱὸν
Νειλάμμωνος[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.