Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
cpr.15.2qtpl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπέει τοπέειςοτπέεις προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος νεβοάπει ῥισήειτιισηειτι ῥισεγέτου νεφορσάτει Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με ἀργυρίωι τῆι τιμῆι τῆς ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένης κάτωκαιτων ἄνωἄνωι καὶ τοῦ ἐκ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκἐγ νότου τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν κώμηι Σούχου νήσου Σοκνο παίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι. γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθηι ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσωἐκστήσωι αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲςἀνεπεικὲς καὶ βεβαιώσω σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφὴἀδελφηι ἢ υἱὸς ἢ θυγάτηρ ᾖ παντὸς τῶι καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαι ων κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυῖαι τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ συγγραφαὶ πᾶσαι καὶ συναλλάγματα πάντα ἐξ ὧν περιγείνεταί μοι δίκαιον ἀπʼ αὐτῶν. ἐὰν δέ τίς σοι ὅρκος ἢ ἐπίδειξις προβληθῆι ὥστε σε συντελέσασθαι περὶ αὐτῶν ποιήσω. ἐπικελεύει γυνὴ ἱέρεια Σούχου Τομσάεις ἐμνίθου Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ἡ τούτου γυνὴγυνηι λέγουσα εὐδοκεῖνγράφειν καὶ ποιεῖν κατὰ πάντα τὰ προγεγραμμένα οἷς καὶ πέπεισμαι. ἀντίγραφον χαραγμοῦ καὶ ὑπογραφῆς Ἑλληνικοῖς γράμμασι ὡς ὑπόκειται. ἔτους μα Καίσαρος Ἁθὺρ κδ ἀναγέγραπται ἐν Ψινάχει τῆς Θεμίστου μερίδος πρᾶσις καὶ ἀποστασίου οἰκίας καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ἃς ποιεῖται Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης Σαταβοῦτι Ἑργέως νεωτέρουνεωτερωι μητρὸς Σαταβοῦτος. εὐδοκεῖ ἡ τοῦ Χαιρήμονος γυνὴγυνηι Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος. Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης καὶ ἡ γυνὴγυνηι Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ὁμολογοῦμεν Χαιρήμων μὲν πεπρακέναι Σαταβοῦτι Ἑργέως νεωτέρουνεωτερωι μητρὸς Σαταβοῦτος τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ προνήσιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ αἴθριον καὶ τοὺς προσόντας ψιλοὺς τόπους ἐκ τοῦ πρὸς νότου μέρους καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος ὅσων ποτʼ ἔστιν μέτρων ἐπὶ τοῖς οὖσι πᾶσι γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαὶ καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσηι βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον, Τομσάεις δὲ εὐδοκεῖν τῆι πράσει καὶ μὴ ἐπελεύσασθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγε γραμμένος προφήτης καὶ ἀρχιστολιστὴς Σούχου θεοῦ μεγάλου μεγάλου ἔγραψα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα καὶ εἰμὶ ὡς ἐτῶν τεσσαρακοντατριῶν οὐλὴ μετώπῳ μέσῳ ἔστιν δὲ Τομσάεις ἐτῶν μ ἄσημος. ἀντίγραφον ὑπογραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. Σαταβοῦς Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος ἠγόρασα τὴν οἰκίαν παρὰ Χαιρήμονος τοῦ Ἡρώιδου μητρὸς Θασεῖτος προφήτου Σούχου ἐν κώμηι Σούχου Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου νήσῳ καὶ βεβαιοῖ μοι κατὰ πάντα τὰ προγεγραμμένα. ἔχει δὲ καὶ τὴν κατὰ ταύτης ἠθισμένην ἀποστασίου γεγονυῖαν τῷ αὐτῷ ἔτει καὶ μηνὶ ἡμέραι τῆι αὐτῆι.Cross-references (3)
- TM-Text 9904 primary
- DDbDP-Text cpr;15;2qtpl tier-1
- HGV-Text 9904 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.