no image
DDbDP-text
Petizione via HGV-meta
Petition of a priest to secure a debtor's temple allowances. A petition by Satabous, a priest of Soknopaiou Nesos, who lent 325 silver drachmas to the priest Harpagathes in Augustus' 41st year, secured on Harpagathes' share of temple allowances. Since the debtor will not repay, Satabous asks that a copy of his petition be sent to the president of the priests so that the allowances are assigned to him. machine translation
Linked by Trismegistos ID
TM 9920.
Each record below describes this same artifact or text from a different angle.
παρὰ Σαταβοῦτος τοῦ Ἑργέως νεωτέρου
τῶν ἀπὸ τῆς νήσου τοῦ Σοκνοπαίου ἱερέων·
ἐν τῶι μα ἔτει Καίσαρος ἐδάνεισα Ἁρπαγάθηι Πανεφρόμμιος Πέρσῃ τῆς ἐπιγονῆς ἱερεῖ κατὰ συγγραφὴν δανείου
ἀργυρίου κεφαλαίου δραχμὰς τκε. διὰ δὲ
τῆς αὐτῆς συγγραφῆς ὁ Ἁρπαγάθης
ἐδήλωσεν πάντα τὰ ὑποπίπτοντα
αὐτῶι φιλάνθρωπα ἐκ τοῦ τοῦ
Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου
ἱεροῦ μὴ ἐφάψεσθαι αὐτὸν τούτων
ἀλλʼ εἶναι ἐμοῦ τοῦ Σαταβοῦτος μέχρι οὗ
ἀποδῷ μοι τὸ προκείμενον κεφάλαιον
καὶ τοὺς τόκους. τοῦ οὖν Ἁρπαγάθου
μὴ βουλομένου ἑκουσίως ἀποδοῦναι
τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους
ἀλλὰ διαπλανῶντος προ[…]διὰ τῆς
σῆς ε[…]…περμο…νεπις[…]καὶ
ἀξιῶ καταχωρισθέντος μου τοῦ
ὑπομνήματος τὸ ἀντίγραφον μεταδοθῆναι τῶι τῶν ἱερέων τοῦ θεοῦ
Σοκνοπαίου ἡγουμένωι Σαταβοῦτι
Ὥρου ὅπως εἰδῆι ἀκολούθως
τῆι δηλουμένηι συγγραφῆι ἐμοὶ μένηι
ἡ ἐπιβάλλουσα τῶι Ἁρπαγάθηι ἐπιβολὴ
τῶν φιλανθρώπων ὡς καὶ ἐπʼ ἄλλων
σύνηθές ἐστιν κατὰ μηδὲν ἐλαττουμένου μου ἐν τῇ ἐπὶ τὸν Ἁρπαγάθην
πράξει.
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.