no image
DDbDP-text
Hypallagmatisch gesichertes Darlehen via HGV-meta
Linked by Trismegistos ID
TM 17698.
Each record below describes this same artifact or text from a different angle.
οἰκίας τοῦ προκειμένου μου πατρὸς ἡλιαστήριον ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου πόλεως Λιβὸς οἵας ἐστὶν διαθέσεως σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι· γείτονες Νότου χος· Βορρᾶ σου ελ· Ἀπηλιώτου ἡλιαστήριον Ὄφεως· Λιβὸς ἡλιαστήριον , ὅπερ ἐντεῦθεν φυλάξω ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον καὶ ἀνεπιδάνιστον ἑτέρου δανείουδανίου καὶ ἀπρατον καί σοι ἀποδῶ τῇ προκειμένῃ προθεσμίᾳ ἢ πραχθῶ γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐξ αὐτοῦ τοῦ ὑπηλλαγμένου σοι ἡλιαστηρίου καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης, ἀλλὰ καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπό τε δημοσίου λόγου καὶ ἰδιωτικοῦ ἢ καὶ πολιτικοῦ καὶ ἀπὸ παντὸς ἁπλῶς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. ἡ ὑπαλλαγὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Καικίνα Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Παχὼν κε. Αὐρήλιος Ἀδέλφιος ἔσχον καὶ ἀποδώσω τὰ τοῦ ἀργυρίου τάλαντα πεντήκοντα καὶ ὑπήλλαξα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.