no image
DDbDP-text
Ἀνδρόμαχος Πέρσης τῶν Ἀνδρίσκου τῆς ε ἱππαρχίας ἑκατοντάρουρος
ὁμολογεῖ προέχειν παρὰ Διφίλου Θραικὸς τῆς
τῶν Θεσσαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱππαρχίας ἑβδομηκονταρούρου
[…]… πυρῶν ἀρτάβας τετρακοσίας
εἰς τὰ ἐκφόρια τοῦ ιζ ἔτους τῶν ἑβδομήκοντα ἀρουρῶν
ὧν ἐμίσθωσεν αὐτῶι Ἀνδρόμαχος. συγγραφοφύλαξ Ξένων Μακεδὼν τῆς γ ἱππαρχίας τῶν οὔπω
ὑπὸ ἡγεμόνα τριακοντάρουρος.
ἦν Ἀνδρόμαχος ὡς ἐτῶν λ μέσος μελίχρως
οὐλὴ μετώπωι ἐξ ἀριστερῶν.
Δίφιλος ὡς ἐτῶν μ εὐμεγέθης μελάγχρως στρογγυλοπρόσωπος.
Ξένων ὡς ἐτῶν μη μέσος μελίχρως ὑπο…
χα[…]…ς ἀναφάλανθος ὦτα προσεσταμένα.
ἐγράφη ἔτους ιϛ Ἀρτεμισίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.