no image
DDbDP-text
Θράσυλλος[…]ῆς ἐπιγονῆς ἐδάνεισεν Πτολεμαίωι τῶι[…]Θραικὶ καὶ
Ἀπολλοδότωι τῶι[…] τοῖς δύο τῆς
ἐπιγονῆς[…]χαλκοῦ δραχμὰς[…]ακοσίας
ἀποδότωσαν δὲ τὸ δάνειον τοῦτο ἀπὸ μηνὸς Αἰγυπτίων
Ἁθὺρ ἕως Τῦβι τοῦ ιϛ ἔτους ἑκάστου μηνὸς τὸ ἐπιβάλλον.
ἔγγυοι εἰς ἔκτισιν ἀλλήλων Πτολεμαῖος καὶ Ἀπολλόδοτος οἱ προγεγραμμένοι. συγγραφοφύλαξ Στρατοκλῆς
Ἀρτεμιδώρου Ἡράκλειος τῶν οὔπω ἐπηγμένων Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς.
ἦν Θράσυλλος ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως μακροπρόσωπος
οὐλὴ ὀφρύι ἀριστερᾶι ἄκραι.
Πτολεμαῖος ὡς ἐτῶν μ μέσος μελάγχρως στρογγυλοπρόσωπος.
Ἀπολλόδοτος ὡς ἐτῶν μ μέσος μελίχρως στρογγυλοπρόσωπος
χωλαίνων τὸ δεξιὸν σκέλος.
Στρατοκλῆς ὡς ἐτῶν λβ μέσος μελίχρως μακροπρόσωπος
ἐπίγρυπος οὖς δεξιὸν τετρημένος.
ἐγράφη ἔτους ιϛ Ἀρτεμισίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.