no image
DDbDP-text
[r]
† ἀπέλυσα τὰ παρόντα μου γράμματα πρὸς ὑμᾶς ἀπερχόμενος σὺν θεῷ
πρὸς ὑμᾶς τῆς παγαρχίας θέλων ἐπισκέψασθαί τινα χωρία.
λοιπὸν μὴ πάλιν ἡ ἔξοδός μου ἐκ τῆς πόλεως νυνὶ χλευάσῃ ὑμᾶς χα…
εα…τ…ατ…τοσι… ἀπὸ τῶν δημοσίων ὥσπερ τὸ παρελθὸν ταξίδιν,
ὅτι ἀπῆλθον πρὸς τὸν λίβα εἰς τὸ χωρίον Ἰσίω Κάτω περὶ τῶν φυγόντων τῆς παγαρχίας,
καὶ ἠμελήσατε καὶ οὐκ ἠνύσατε δημόσια εἰ μὴ τὴν ὑστέραν ἐκταγήν. ἀλλὰ
ἀπὸ τῆς σήμερον μερίσατε τὸ ποσὸν τῶν δημοσίων καὶ στίχων
ἕως Μεσορὴ α ἵνα ἀνυσθῇ τὸ ποσὸν ἑκάστου χωρίου ἡμερουσίως
ἕως τῆς αὐτῆς προθεσμίας, ἐπεὶ οὐκ ἔχετε ἄλλην μίαν δεῖξιν πλήνταύτης. μηνὸς Ἐπὶφ…
[v]
† …ω…μ Σαβίνῳ δ…ε… † Μηνᾶ †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.