no image
DDbDP-text
Dichiarazione di garanzia al pagarco Flavius Theodorakios via HGV-meta
Linked by Trismegistos ID
TM 70244.
Each record below describes this same artifact or text from a different angle.
τπασχηρου τ Ἰωάννης ῥάπτης υἱὸς τοῦ μακαρίου Κολλούθου ἀφʼ Ἡρακλέους πόλεως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης ἑκουσίως καὶ αὐθαιρέτως διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἐγγυᾶσθαι παρʼ ὑμῖν καὶ ἀναδέχεσθαι Γεώργιον στρατιώτην υἱὸν τοῦ μακαρίου Ψεείου γενομένου ἀπὸ τῆς αὐτῆς πόλεως, ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν ἐν οἱᾳ δήποτε ἡμέρᾳ οἱασδηποτοῦν ἕνεκεν προφάσεως τοῦτον παραγάγω καὶ παραδώσω ὑμῖν ἐν τῇ δημοσίᾳ φυλακῇ χωρὶς λόγου ἔνθα αὐτὸν καὶ παρείληφον. εἰ δὲ μὴ τοῦτο ποιήσω ἐπιχρεωστῶ τὰς ἀπολογίας ὑπὲρ αὐτοῦ ποιήσασθαι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις. κυρία ἡ ἐγγύη καὶ ἐπερωτηθεὶςἐπεροτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα Ἰωάννης υἱὸς Κολλούθου στοιχεῖ μοι ὡς πρόκειται Κῦρος Ἰωάννου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος διʼ ἐμοῦ Κύρου συμβολαιογράφου ἐγγύη γεναμένη ὑπὸ Ἰωάννου ῥάπτου υἱοῦ Κολλούθου ἀφʼ Ἡρακλέους τοῦ ἐγγυωμένουἐγγυομένου Γεώργιον στρατιώτην υἱὸν Ψεείου ἀπὸ τῆς αὐτῆς πόλεως εἰς Φλάουιον Θεοδωράκιον τὸν ἐνδοξότατον στρατηλάτην καὶ πάγαρχονστρατηλάτην πάγαρχον Ἡρακλέους πόλεως ερSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.