no image
DDbDP-text
Αὐρήλιος Διονύσιος στρατηγὸς Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
ἐπισφραγιστῇ καὶ σιτολόγοις κώμης Πτολεμαΐδος Νέας.
μετρήσατε συνεπιστέλλοντος Αὐρηλίου
Κασιανοῦ τοῦ καὶ Διονυσίου βασιλικοῦ γραμματέως τῆς αὐτῆς μερίδος
Αὐρηλίῳ Ἀπολλωνίῳ Ὥρου δημοσίῳ κτηνοτρόφῳ ἐποικίου Κολοφωνίου αἰτησαμένῳ
ἐπισταλῆναι τὰ ὀφειλόμενα αὐτῷ φόρετρα
ὑπὲρ ὧν ἐποιήσατο ἀναγωγῶν ἀπὸ θησαυρῶν
τοῦ νομοῦ εἰς τοὺς ἐπινείους ὅρμους
πυροῦ[…]σ[…]υ[…]…[…]…[…]… ἀρτάβας
παρʼ οὗ λαβόντες τὰς συνήθεις
ἀποχὰς ὧν δισσὰς εἴς με γεγονυίας ἀνάδοτέ μοι.
ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου
Σεουήρου Μακρίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ
ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.