no image
DDbDP-text
Tournée d'inspection d'un domaine par des commissaires du Conseil via HGV-meta
Linked by Trismegistos ID
TM 31024.
Each record below describes this same artifact or text from a different angle.
ξδ
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς διὰ Μάρκου Αὐρηλίου Ἀσκληπιάδου τοῦ καὶ Ἑρμοδώρου νεωκόρου τοῦ μεγάλου Σαράπιδος πανκρατιαστοῦ περιοδονίκου ἀλείπτου ἀσυνεξώστου ἀνεκκλήτου ξυστάρχου διὰ βίου ἐνάρχου πρυτάνεως διὰ
Μάρκων Αὐρηλίων Ἀμμωνίου τοῦ καὶ Πολυδεύκους κοσμητεύσαντος καὶ Διοσκόρου Διοσκόρου
Ἑρμαίου ἀγορανομήσαντος ἀμφοτέρων βουλευτῶν τῆς αὐτῆς πόλεως· ἐπεὶ ᾑρέθημεν ἐν τῷ συνεδρίῳ ἀκολούθως τοῖς ὑπομνηματισθεῖσι ἐπὶ τῆς κρατίστης βουλῆς καταπάτησιν ποιήσασθαι χωρίων
καὶ παραδείσων καὶ ἀναγραφὴν φυτῶν τῶν καταλαμβανομένων, δηλῶσαι ὑμῖν
καὶ διάθεσιν τῶν πρότερον …το…λ…μας νυνὶ τοῦ ἁγιωτάτου Σαραπίου ἱερατικοῦ λόγου
ὧν ἐστὶν μισθωτὴς Αὐρήλιος Πανίσκος ὁ καὶ Μέλας γυμνασιαρχήσας καὶ πρυτανεύσας καὶ ὡς χρηματίζει δηλοῦμεν ὑμῖν,
ὡς ἑξῆς ὑπόκειται· ἔστι δέ·
ἐν κώμῃ Βωοῦ γενάμενοι, συνόντος ἡμῖν καὶ τοῦ ἀξιολογωτάτου ἐνάρχου πρυτάνεως
Αὐρηλίου Ἀσκληπιάδου, ἐπακολουθοῦντος Μαύρου φροντιστοῦ τῆς οὐσίας, ἐπείδομεν
τῶν ἐκ τοῦ Καλλιμάχου κλήρου ἀμπελικὸν χωρίον ἀρουρῶν κβ ἢ ὅσων ὀλίγην μὲν ἄμπελον ζωφυτοῦσαν καὶ ταύτην εν[…]…νω[…]τῳ ἀμελίᾳ οὖσαν καὶ ἔνθρυον, κόκλῳ δὲ
τοῦ χωρίου χέρσον πολλὴν καὶ θρύον, τὸν δὲ λάκκον καὶ τὸ ὑδροδοχεῖον τὸ ἐκ νότου
τοῦ χωρίου ἐν συμπτώσει ἀπὸ μέρους· ἐπέκειτο δὲ τῷ ὀργάνῳ μυξέα ζωφυτοῦσα
καὶ συκαμινέαι κ συνῃρημέναι καὶ ἐσκορπισμέναι ἐν τῷ χωρίῳ βραχεῖαι μυξέαι
ἀριθμῷ ζ καὶ πρὸς τῷ νοτίνῳ τείχει τοῦ κτήματος ἐν τῷ ἀπὸ νότου πρὸς τῷ λιβὶ ληνῶνι σὺν πίθῳ ὁμοίως ἐν συμπτώσει, τῷ δὲ βορινῷ ὀργάνῳ καὶ λάκκῳ ἐν
συμπτώσει ἀπὸ μέρους καὶ αὐτοῖς […]ε[…]ην ζωφυτοῦσαν μυξέαν α καὶ ἐγγύθεν τοῦ ὀργάνου οἰκία παλαιὰ ἠρειμμένη […]… σὺν τῇ ληνῷ· μετὰ ταύτην τὴν
ἐπιθεώρησιν γενάμενοι συν[…] ἀριθμῷ κϛ τῶν ἐκ τοῦ
Φιλίσκου κλήρου φοινικοπαράδεισον […]…ι ταύτην κατελάβομεν ἐν τῷ
μὲν ἀπηλιωτικῷ μέρει τοῦ παραδείσου πρὸς τῷ νοτίνῳ τείχει συνεστῶσαν […]
τὸ δὲ ἄλλο μέρος πρὸς τῷ ἀπηλιωτικῷ τεῖχι μέχρι λιβικοῦ τείχους καὶ ἐνταῦθα σῶμα μέγα περσέας […]μένους ἀριθμῷ λε ἔτι δὲ τω[…]
περσέαν ζωφυτοῦσαν […]… συκάμινον ἐκκεκομμένην […]
καὶ μέχρι τοῦ παραδείσου […]ε ζωφυτοῦσαι ἐξ ἀπηλιώτου τοῦ αὐτοῦ λάκκου περσέας
[…] χέρσῳ […] μέγεθος ἐκ τοῦ κεχωσμένου χωρήματος αὐτῶν
[…]ν ἡμῖν ἐπακολουθῶν τοῦ Μέλανος φροντιστὴς
[…]μα[…]…[…]ν καὶ βορρᾶ μέχρι […]…κου τοῦ λοιποῦ τείχους …[…]
[…] ἐκκεκομμένοι ἀριθμῷ […] φοίνικες ἄλλοι ἐρρωμένοι ἄπριστοι ἢ πεπρισμένοι
[…]…ισιν ἐκκεκομμένοι ἀριθμῷ … φοίνικες ρνα καὶ δοκοὶ δύο πρὸς δὲ τῷ […]
[…] βορεινῷ ὀργάνῳ συνεστῶτες συκαμίνου κλάδος εἷς καὶ ἄλλος κλάδος […]
συκαμίνου ἐκκεκομμένης α καὶ ἐλαῖαι ἐσκορπισμέναι ζωφυτοῦσαι ζ καὶ
ἐκκεκομμέναι ἄλλαι ἐλαῖαι δύο, ζωφυτοῦσα μυξέα α, φοίνικες συνεστῶτες […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.