no image
DDbDP-text
Menas scholastikos a Senouthios anystes. Per la liberazione di un contadino via HGV-meta
Linked by Trismegistos ID
TM 129774.
Each record below describes this same artifact or text from a different angle.
οἶδεν ὁ θεὸς αἰσχύνομαι εἴ σοι γράφω ι κατὰ τόπον μάλιστα παρὰ τῶν ἀνοσίων ἀπὸ Ληναίου καὶ πρωτοκωμητῶν. πάντας γὰρ ἐάσαντες ἀνῆλθαν καὶ ἐκράτησαν ἄνθρωπον τοῦ γραμματηφόρου ἀμπελουργοῦ. τῆς οὖν λαμπρᾶς σου γνησιότητός ἐστιν ποιῆσαι αὐτοὺς γνῶναι τὸν σκοπὸν τοῦ περιβλέπτου χαρτουλαρίου καὶ τοῦ ἐνδοξοτάτου ἰλλουστρίου εἰς ἐμὲ ἵνα ἀρκήσῃ αὐτοῖς ἡ βουλὴ αὐτὴ καὶ ἀναγκάσαι αὐτοὺς κατακέφαλα πάντα τρόπον ποιῆσαι καὶ ἀπολῦσαι τὸν ἄνθρωπον τοῦ ἀμπελουργοῦ μου. εἰ δὲ βαρέως ἔχει τὴν αἴτησίν μου δέξασθαι γράψῃ μοι καὶ αἰτῶ τὸν περίβλεπτον χαρτουλάριον καὶ εἰ χρεία γένηται τὸν ἐνδοξότατον ἰλλούστριον τῷ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίω Σενουθίῳ ἀνυστῇ Μηνᾶς σχολαστικόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.