no image
DDbDP-text
[r]
ὑμῖν †
διὰ τοῦ παρόντος μετρίου μου
γράμματος γνησίως ποσ[…]
τὴν τοῦ θεοφυλάκτου μου δεσπότου
διδασκαλίαν παρακαλῶ συνεχῶς
γραφῆναί μοι τὴν εὐκταίαν
αὐτοῦ ῥῶσιν. Γεωργίου δὲ τοῦ εὐδοκιμωτάτου νοταρίου τάξαντος ὡς εν[…]
τῆς διανομῆς
ἀπολυθὲν παρ’ αὐτοῦ τὸ ε[…]
ᾔτησα αὐτὸν διὰ γραμμάτων καὶ
ἔγραψέν μοι ὅτι οὐ δύναται ἐπειδὴ
ἐκέλευσεν ὁ μεγαλοπρεπέστατος χαρτουλάριος τίποτε πέμψαι.
[v]
† ἔγραψα τῷ σοφωτάτῳ μου κ†υρίῳ τῷ μεγαλοπρεπεστάτῳ σχολαστικῷ καὶ παρεκά
- λεσεν τὸν ἐνδοξότατον ἰλλούστριον καὶ ἐπε…[…]
δύο ἐπιστολὰς βεβουλλωμένας τῷ
δακτυλιδίῳ αὐτοῦ, μίαν πρὸς
ὑμᾶς καὶ τὴν ἄλλην πρὸς Γεώργιον τὸν
αὐτὸν εὐδοκιμώτατον νοτάριον καὶ ἰδοὺ τὴν πρὸς
ὑμᾶς ἔπεμψα ὑμῖν διὰ τοῦ […]
γραμματηφόρου τὸ π[…]
ἕτερον ἀσπαζόμενος ὑμᾶς.
†
† τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ καὶ διδασκάλῳ
[…] Σενουθίῳ τῷ περιβλέπτῳ κόμετι καὶ χαρτουλαρίῳ
†
καὶ ἀνυστῇ † Ἴσακος νοτάριος αὐτοῦ προσκυνητήςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.