no image
DDbDP-text
[r]
† τὸ ἀκκουβίτιν τοῦ μακαρίτου Διοσκόρου τὸ μέγα μετὰ τοῦ τραπεζίου αὐτοῦ ἐπιφωνήσῃ ἐπειδὴ ἐγὼ θέλω λαβεῖν αὐτὸ καὶ μὴ
μὴ συγχωρήσῃ τινὶ λαβεῖν αὐτό, ἀλλ’ ἐὰν διετιμήθη γράψῃ μοι τὸ πῶς διετιμήθη καὶ ἀπὸ τίνος ἵνα γράψω σοι
δοῦναι τὸ χρυσίον. εὐθέως οὖν ταύτην τὴν ἀπόκρισιν γράψον μοι. μικρὸν δὲ τύμπανον διοικήσῃ κἄν τε φόρῳ κἄν τε τῆς
τιμῆς τῷ Πκουνθης † ἐπιστολὴν δὲ ἐποίησεν ὁ ἀμιρᾶς τοῦ μέλιτος πρὸς τὴν γυναῖκα αὐτοῦ ἵνα δώσῃ ἡμῖν δύο
χύτρας μέλιτος. ταύτην ἔπεμψά σοι, παράσχε αὐτὴν καὶ λαβὲ τὰς β χύτρας τοῦ μέλιτος †
[v]
† τῷ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ Ζαχαρίᾳ ἀντιγεούχῳ † Ὑπά†τιος †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.